1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

5

νοερὸν καὶ ἔνθεον φῶς τῆς ὑπ' αὐτοῦ καταγγελθείσης εὐσεβείας ἀπαστράπτουσα οὐδαμῶς τε τοῖς ἐχθροῖς ἡττωμένη καὶ ὑπείκουσα, ἀλλ' οὐδὲ ταῖς τοῦ θανάτου πύλαις ὑποχωροῦσα, διὰ μίαν ἐκείνην ἣν αὐτὸς ἀπεφήνατο λέξιν, εἰπών· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» 1.3.12 καὶ ἄλλα δὲ μυρία πρὸς τοῦ σωτῆρος ἡμῶν λεχθέντα τε καὶ προρρηθέντα ἐν οἰκείᾳ συναγαγόντες ὑποθέσει, ταῖς ἐνθέοις αὐτοῦ προγνώσεσι τὰς τῶν πραγμάτων ἀποβάσεις συμφώνους παραστήσαντες, ἀναμφίλεκτον τῶν 1.3.13 περὶ αὐτοῦ δοξαζομένων ἡμῖν τὴν ἀλήθειαν ἐπιδείκνυμεν. πρὸς τούτοις δὲ πᾶσιν οὐ μικρὰ τυγχάνει τῆς καθ' ἡμᾶς ἀληθείας ἀπόδειξις καὶ ἡ ἀπὸ τῶν Ἑβραϊκῶν γραφῶν μαρτυρία, ἐν αἷς πρὸ μυρίων ὅσων ἐτῶν οἱ παρ' Ἑβραίοις προφῆται τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν παντὶ τῷ θνητῷ βίῳ κηρύξαντες ὀνομαστὶ τῆς τε τοῦ Χριστοῦ προσηγορίας ἐμνήσθησαν καὶ τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν προὐθέσπισαν τόν τε νέον τῆς εἰς πάντα τὰ ἔθνη διαδραμούσης διδασκαλίας αὐτοῦ τρόπον κατήγγειλαν, προειπόντες τὴν ἐσομένην εἰς αὐτὸν ἀπιστίαν καὶ ἀντιλογίαν τοῦ Ἰουδαίων ἔθνους τά τε κατ' αὐτοῦ δρασθέντα αὐτοῖς καὶ τὰ ἐπὶ τούτοις αὐτίκα καὶ οὐκ εἰς μακρὰν μετελθόντα αὐτοὺς σκυθρωπά· λέγω δὲ τῆς βασιλικῆς μητροπόλεως αὐτῶν τὴν ἐσχάτην πολιορκίαν, καὶ τῆς βασιλείας τὴν παντελῆ καθαίρεσιν αὐτῶν τε τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν καὶ τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν, ἃ καὶ ταῖς προρρήσεσιν ἀκολούθως μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν 1.3.14 φαίνονται πεπονθότες. ἐπὶ τούτοις τίς οὐκ ἂν ἐκπλαγείη τῶν αὐτῶν ἀκούων προφητῶν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν τὴν τῶν ἐθνῶν κλῆσιν λαμπραῖς καὶ διαυγέσι φωναῖς εὐαγγελιζομένων; ἣ καὶ αὐτὴ ἄντικρυς εἰς ἔργον ἐχώρησεν ταῖς προφητείαις 1.3.15 ἀκολούθως διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας. δι' οὗ ἐκ παντὸς γένους ἀνθρώπων μυρίοι ὅσοι τὴν τῶν εἰδώλων ἀποστραφέντες πλάνην τοῦ ἐπὶ πάντων θεοῦ τὴν ἀληθῆ γνῶσίν τε καὶ εὐσέβειαν κατεδέξαντο, μονονουχὶ πιστούμενοι τοὺς τῶν παλαιῶν χρησμοὺς τούς τε ἄλλους καὶ δὴ καὶ τὸν διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου φήσαντα· «κύριε ὁ θεός μου, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί;» 1.4.1 Πάντα δὴ οὖν ταῦτα τὸν περὶ τῶν καθ' ἡμᾶς πραγμάτων πιστοῦται λόγον ὡς οὐκ ἐξ ἀνθρωπίνης ὁρμῆς ἐπιτηδευθέντα, θεόθεν δὲ προγνωσθέντα καὶ θεόθεν διὰ τῶν ἐγγράφων χρησμῶν προαναφωνηθέντα καὶ πολὺ πλέον ἔτι θεόθεν διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις προβεβλημένον αὖθίς τε ἐκ θεοῦ δυναμούμενον καὶ συνεστῶτα, ὡς ἐν τοσούτοις ἐτῶν χρόνοις ἐλαυνόμενον πρός τε τῶν ἀοράτων δαιμόνων καὶ πρὸς τῶν κατὰ χρόνους ὁρατῶν ἀρχόντων πολὺ πλέον διαλάμπειν ὁσημέραι τε διαπρέπειν καὶ αὔξειν καὶ πολὺ μᾶλλον πληθύειν, ἄντικρυς τῆς ἄνωθεν ἐκ τοῦ τῶν ὅλων θεοῦ συνεργίας τὸ ἄμαχον καὶ ἀήττητον τό τε κατὰ τῶν ἐχθρῶν νικητικὸν τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ 1.4.2 τε καὶ προσηγορίᾳ παρεχούσης. καὶ τὸ αὐτόθεν δὲ πρὸς εὐζωΐαν πᾶσιν ἀνθρώποις οὐ μόνον ἐκ τῶν προφανῶν αὐτοῦ λόγων, ἀλλὰ καὶ ἐξ ἀπορρήτου δυνάμεως προβεβλημένον πῶς οὐκ ἂν γένοιτο τῆς ἐνθέου δυνάμεως αὐτοῦ παραστατικόν; θείας μὲν γὰρ καὶ ἀπορρήτου δυνάμεως ἦν τὸ ἅμα τῷ αὐτοῦ λόγῳ καὶ σὺν τῇ περὶ μοναρχίας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ προβεβλημένῃ διδασκαλίᾳ αὐτοῦ ὁμοῦ καὶ τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας, ὁμοῦ καὶ τῆς τῶν ἐθνῶν πολυαρχίας ἐλεύθερον καταστῆναι τὸ τῶν ἀνθρώπων γένος. 1.4.3

δʹ. ΟΤΙ ΜΗ ΑΚΡΙΤΩΣ ΗΜΙΝ Η ΠΕΡΙ ΤΩΝ ΩΦΕΛΙΜΩΤΑΤΩΝ ΠΙΣΤΙΣ ΚΑΤΑ

ΚΑΙΡΟΝ ΠΑΡΑΛΑΜΒΑΝΕΤΑΙ