5
αʹ. Εἰ μὲν οὖν μία καὶ ἡ αὐτὴ εἴη Μαρία παρ' ἀμ 22.949 φοτέροις τοῖς εὐαγγελισταῖς, λέξομεν ὅτι ἡ αὐτὴ πολλάκις ἐπὶ τὸν αὐτὸν ἀπήντα τόπον, ἐπειδὴ εἷλκεν αὐτὴν ἡ ἔκπληξις τοῦ πράγματος καὶ ἡ ἐπὶ τῷ γεγονότι χαρά· πρώτη τοίνυν ἀπαντήσασα καὶ πρώτη τεθεαμένη τὰ παρὰ τῷ Ἰωάννῃ, ἐσπευσμένως ἀπῄει πρὸς τοὺς ἀποστόλους τὸ πρῶτον, τὴν τοῦ μνήματος ἄνοιξιν ἀπαγγέλλουσα· εἶθ' ἅμα τὴν ἀνάστασιν τεθεαμένη, ἐδυσφόρει ὑπονοοῦσα ἦρθαι τὸ σῶμα τοῦ Ἰησοῦ ἀπὸ τοῦ μνήματος, μὴ εἰδέναι τε ὅπου τέθειτο· εἶτ' ἐπανῄει δεύτερον σὺν αὐτοῖς ἐπὶ τὸ μνῆμα· ὡς δ' ἐπέστρεφον οἴκαδε ἐκεῖνοι, μόνη πάλιν ἀπολειφθεῖσα ἐν τῷ τόπῳ, ἔκλαιεν ἑστῶσα· εἶτα τοῦ μνήματος εἴσω διακύψασα, τοὺς δύο ἀγγέλους ἐθεώρει· ἔπειτα καὶ αὐτὸν ὁρᾷ τὸν Σωτῆρα· ὃς, ἐπειδὴ κλαίουσα εἱστήκει, ἀνθρωπίνως δὲ καὶ ταπεινῶς, ὡς ἂν κλαπέντος σώματος αὐτοῦ, διακειμένη, ἀνάξιά τε περὶ αὐτοῦ φρονοῦσα, πρῶτον μὲν αὐτὴν γυναῖκα ὀνομάζει, ἐπιπλήττων αὐτῇ καὶ ὀνειδίζων τὸ γυναικεῖον πάθος· διό φησιν, γύναι, τί κλαίεις; εἶτά φησιν πρὸς αὐτήν· Μαρία· διὰ τοῦ ὀνόματος αὐτὴν ἑαυτῆς ὑπομιμνήσκων, καὶ τῶν πάλαι πρὸς αὐτήν τε καὶ τοὺς λοιποὺς μαθητὰς περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγων· ἡ δ' εἰς συναίσθησιν ἐλθοῦσα, καὶ τί ποτε ἦν ἀπὸ τῆς φωνῆς καὶ τῆς τοῦ λόγου δυνάμεως ἐπιγνοῦσα, Ῥαββουνί φησιν, ὃ μεθερμηνεύεται διδάσκαλε.
βʹ. Εἶτ' ἐπειδὴ ὡς διδασκάλῳ αὐτῷ ἔτι καὶ οὐχ ὡς Θεῷ προσιέναι ὡρμᾶτο, ἀναίνεται καὶ παραιτεῖται αὐτὴν, Μή μου ἅπτου· θνητὰ γὰρ ἔτι φρονοῦσα, οὐχ οἵα τε ἦν τῆς αὐτοῦ θεότητος θίγειν· οὐδὲ γὰρ ἄξιον ἦν τὴν ἔτι κλαίουσαν, καὶ κάτω περὶ τὰ μνήματα καὶ τάφους οἷα νεκρὸν ζητοῦσαν αὐτὸν, ταπεινά τε καὶ ἀνθρώπινα περὶ αὐτοῦ δοξάζουσαν, τῆς ἐπαφῆς αὐτοῦ κοινωνεῖν· διὸ τὴν αἰτίαν ἀπήλεγχεν, μὴ γὰρ ἀνεληλυθέναι οὔπω φησὶν, ὅσον τὸ ἐπ' αὐτὴν, πρὸς τὸν Πατέρα, ἐπεὶ μὴ τοῦτ' ἐπίστευσεν γεγονέναι, νεκρὸν δέ που κεῖσθαι αὐτὸν ᾤετο· διό φησιν πρὸς αὐτήν· Μή μου ἅπτου, τοιαύτη τις οὖσα καὶ τοιαῦτα περὶ ἐμοῦ λογιζομένη· σοὶ γὰρ Θεὸς οὔπω πεπίστευμαι· σοὶ ἔτι κάτω εἶναι λελόγισμαι· οὕτω τὴν κλαίουσαν καὶ δόξασαν αὐτὸν εἶναι τὸν κηπουρὸν, διὰ μὲν τοῦ Μή μου ἅπτου ἀπέστρεφεν ἐπιπλήττων αὐτῇ· ὡς καὶ διὰ τοῦ γυναῖκα καλεῖν, καὶ διὰ τοῦ λέγειν, Τί κλαίεις; τὸ γὰρ κλαίειν τὸν ζῶντα, μᾶλλον δὲ τὴν ζωὴν αὐτὴν, ἐσχάτης ἦν ἀμαθίας· καὶ διὰ μὲν τούτων ἐπέπληττεν αὐτῇ· διὰ δὲ τῶν ἑξῆς τὴν καθ' ἑαυτὸν ἐπαίδευεν θεολογίαν· ἡ δ' ἐπὶ τούτοις τὰ μεγάλα ὠφελημένη, πάλιν ἀναχωρεῖ τοῦ μνήματος· τοῦτο δεύτερον· εἶτ' ἐξειποῦσα τῇ ἄλλῃ Μαρίᾳ τὰ τεθεαμένα παρὰ τῷ Ἰωάννῃ, ἐπανῄει σὺν αὐτῇ· τοῦτο τρίτον· καὶ τῶν παρὰ τῷ Ματθαίῳ μνημονευομένων θεωρὸς ἐγίγνετο οὐκέτι μόνη. σὺν δὲ τῇ ἑτέρᾳ Μαρίᾳ· καὶ οὐκέτι εἴσω τοῦ τάφου παρακύπτουσα ὡς παρὰ τῷ Ἰωάννῃ, οὐδὲ δύο ἀγγέλους, ἀλλ' ἕνα πρὸς τῷ λίθῳ καθήμενον ὁρῶσα.
γʹ. Εἶτ' ἐπὶ τούτοις αὐτὸν πάλιν τὸν Σωτῆρα μετὰ τῆς ἄλλης Μαρίας θεωρεῖ· τοῦτο δεύτερον· καὶ οὐκέτι μὲν 22.952 ἀκούει, Μή μου ἅπτου, τοὐναντίον δὲ χαίρειν ἀντὶ τοῦ κλαίειν ὑπ' αὐτοῦ κελεύεται· ἀλλὰ καὶ ἅπτεσθαι αὐτοῦ συγχωρεῖται, ἐπεὶ καὶ προσκυνεῖ αὐτὸν ὡς Θεόν· λέγει γοῦν αὐταῖς ὁ Ἰησοῦς, Χαίρετε· αἱ δὲ προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ· καὶ οὕτως ἅμα ἀληθεύει τὰ ἱερὰ Εὐαγγέλια, κατ' οὐδένα λόγον διαφωνοῦντα· τὴν αὐτὴν δὲ Μαρίαν τὴν Μαγδαληνὴν εἰσάγοντα καὶ μὴ ἁπτομένην πρότερον τοῦ Σωτῆρος, ὅτε ἔκλαιε καὶ ἠπίστει· καὶ ἁπτομένην αὐτοῦ, ὅτε χαίρειν ἐκελεύετο· πρῶτα δὲ ἡγεῖσθαι τὰ παρὰ τῷ Ἰωάννῃ δηλούμενα τῶν παρὰ τῷ Ματθαίῳ φερομένων, καὶ διὰ τῶν ἔμπροσθεν γεγυμνασμένων ἡμῖν κατὰ μίαν τῶν ἐκδοχῶν παρεστήσαμεν, διασαφήσαντες ὅπως εἴρηται παρὰ τῷ Ματθαίῳ τὸ ὀψὲ Σαββάτων, οὐ τὴν ἑσπερινὴν ὥραν δηλοῦντος τοῦ εὐαγγελιστοῦ, ἀλλὰ τὸν ἐπιφαύσκοντα εἰς μίαν Σαββάτων· ἦν δ' οὗτος δεύτερος τοῦ παρὰ τῷ Ἰωάννῃ δεδηλωμένου. Καὶ ταῦτα μὲν εἰρήσθω, εἴπερ τις ἐξ ἅπαντος τὴν