ὑπογλύφοντας ἑλκύσαι κάτω, ἀλλ' εἰσὶ τείχη τοῖς ἐναντίοις ὄρη τὰς κλεῖς ἔχοντα τῆς ὁδοῦ πεφραγμένης. ἐβουλόμην δέ, καίπερ ὢν βραδυγράφος, τὴν συλλογήν σου τῶν στρατευμάτων γράφειν τὴν εἰς ἅπαν γῆς ἐσκεδασμένην μέρος, βουλαῖς δὲ ταῖς σαῖς ἐν βραχεῖ συνηγμένην· οἱ σοὶ γὰρ αὐτοὺς ἦγον ἑλκτικοὶ λόγοι, ὡς εἴ τις ἄλλος ἐκ μιᾶς ὑδραργύρου σύρει τὰ χρυσᾶ συλλέγων σπαράγματα. πλὴν ταῦτα σιγῶ καὶ τὸν Εὐφράτου πόρον, δι' οὗ τρέχων παρῆλθες Εὐφράτου πλέον, τὴν δραστικήν τε καὶ μετ' ἔργων ἐμπόνων ὡς ἐν παρέργῳ συμφορὰν τοῦ ∆ούβιος, εἴγε προσήκει συμφορᾷ παρεικάσαι τὴν εὐσεβοῦντι δεσπότῃ πορθουμένην ἢ δυσσεβοῦντι Χοσρόῃ σεσωσμένην. ἤδη πρόσειμι τῇ ∆αραρτάσει πόλει ταύτην δέ φασι Περσικῶν ὁρισμάτων εἶναι βορείαν, τὴν δὲ πρὸς Νότον θέσιν ὅσον πρὸς ἡμᾶς ἀντικειμένως ἔχειν, καὶ τὸν κατ' αὐτῆς ἐν βραχεῖ παραδρόμῳ καμπτῆρα τῷ τρέχοντι μορφώσω λόγῳ. τὸν Ἀρτασὴρ γάρ, δοῦλον ὄντα τὴν τύχην, τυραννικῷ λέγουσι καὶ θρασεῖ ξίφει Πάρθους ἀποστήσαντα τοῦ τότε κράτους εἰς αἰχμάλωτον ὅνπερ ἥρπασε θρόνον ἀντενθρονίζειν ἐν κακοῖς τὴν Περσίδα. χρόνους δὲ συλλέγουσιν, ὥς φασιν, δέκα σὺν ἓξ διαδραμόντας ἑξηκοντάσιν ἐν οἷς τὸ πικρὸν τοῦδε τοῦ σπόρου γένος ἐξ αἱμάτων ὤδινεν αἱμάτων γόνον· ἐν γὰρ τοσαύτῃ τοῦ χρόνου παρεκτάσει ἐναλλαγὴν οὐκ ἔσχε τῆς μιαιφόνου σειρᾶς ἐκείνης ἡ δυσέκλυτος δέσις, ἀλλ' ἐκ τέκνων εἰς τέκνα συμμετεπλάκη ὁ δεσμὸς οὗτος ἐν σφαγαῖς πεφυρμένος, καὶ πᾶς παρ' αὐτοῖς δυσμενὴς βροτοκτόνος ἔσπειρε τέκνον εἰς γονὴν πατροκτόνον, κἀκεῖνος αὖθις ὡς ἐχίδνης οὐσίαν τὸν κλῆρον ἀντέπεμψεν εἰς τοὺς ἐκγόνους· καὶ ῥοῦς ἐχεῖτο τοὺς φόνους ἐπιρρέων ἕως πλατυνθεὶς εἰς ἀμέτρητον χύσιν ἕστηκεν ἐνθεὶς εἰς βυθὸν τὸν Χοσρόην. ἔδει γάρ, οἶμαι, τῆς Ἰωκάστης τὸν βίον ζηλοῦντας αὐτοὺς τῷ παραλλήλῳ φθόνῳ πρὸς τὰς ὁμοίας συμφορὰς ἀνατρέχειν. ἐκεῖνος οὖν ἔκτιζε τήνδε τὴν πόλιν εἰς πύργον ἄκρον, εἰς ἀπόρθητον τόπον, εἰς τεῖχος, ὡς ἔδειξε, τῆς ἁμαρτίας· ἐκεῖ γὰρ εἶχε Χοσρόης καὶ τοὺς μάγους καὶ τοὺς ἑαυτοῦ προστάτας τοὺς ἄνθρακας, δεινῇ κρατηθεὶς εἰκότως ὑποψίᾳ μὴ τοὺς σεβαστοὺς αἰχμαλώτους ἁρπάσῃς. ἀλλ' αὐτὸς ἐλθὼν ὥσπερ ἀστραπῆς τάχος καὶ πλαστὸν αὐτοῖς σχηματουργήσας φόνον φόνον γὰρ αὐτὸς οὐδὲ βαρβάρων θέλεις, εἰ μὴ καθ' αὑτῶν ἐκσπάσοιντο τὰ ξίφη, στήσας τε πολλὰς μηχανὰς τῶν ὀργάνων, κριούς, χελώνας, πετροπομποὺς σφενδόνας φράξας τε τὴν φάλαγγα καὶ τείχει νέῳ τὸ τεῖχος αὐτῶν ἐμπερικλείσας ὅλον ἅπαντας ἔνδον εἷλες ἐκ μόνου φόβου. πρῶτον μὲν οὖν, κράτιστε, τῶν σκύλων ὅλων ἀπηνθράκωσας τοὺς θεοὺς τῆς Περσίδος, δεκτὰς ἀπαρχὰς τῷ Θεῷ σου προσφέρων τὰ τῶν προπάππων Χοσρόου κειμήλια· σβεννὺς γὰρ αὐτοὺς ἔφλεγες τὸν Χοσρόην, οὐχ ὥσπερ ἐχθρὸς τοῦ πυρὸς τῆς οὐσίας ὅλος γὰρ εἶ πῦρ τῷ Θεῷ συνημμένος, ἀλλ' ὡς ἐλευθέραν τε καὶ σεσωσμένην θέλων προσάξαι τῷ Θεῷ καὶ τὴν κτίσιν. ἀπηλλάγη γὰρ καὶ τὸ πῦρ μολυσμάτων τῇ προσκυνήσει μᾶλλον ἐξυβρισμένον, ἔχει δὲ τιμὴν τὴν καλὴν ἀτιμίαν, τῇ σῇ καθαρθὲν εὐσεβεῖ καθαιρέσει καὶ συμφερόντως δυστυχεῖν ἠνέσχετο καλῶς τεφρωθὲν ἢ κακῶς ἀνημμένον. οὕτως ἐκεῖνο πᾶν τὸ πῦρ κατασβέσας ἀφῆκας οὐδέν, πλὴν ὅσον λαλεῖν ἔδει, σπινθῆρα μικρὸν εἰς τὸ φλέξαι Χοσρόην.