1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

δεξιοῦσθαι τὸν αὐτοκράτορα μηδὲ τῶν τοσούτων εὐεργετη μάτων οὕτως ἀμείβεσθαι· οὐ λέγω δὴ τὰς κοινὰς ταύτας καὶ πανδήμους εὐετηρίας ὧν καὶ κοινὴ ἡ ἀπόλαυσις, πόλεών φημι ἀναρρύσεις ἑτέρων τε ἀναστάσεις ἢ ἀνοικοδομήσεις, ἐχθρῶν καταπτώσεις, ἐνίων δὲ καὶ καταδουλώσεις, οὐδὲ τὴν ἁπάντων Ῥωμαίων ἐλευθερίαν καὶ εὐεξίαν, οἷς ἡ τῆς δουλείας νόσος παρὰ τοῖς ἐναντίοις τὸ ἐπονείδιστον, οὐδὲ τὴν τοῦ γένους πλάτυνσιν εἴτε ὕψωσιν ἢ ὅπως ἄν τις ἐθέλῃ καλεῖν· οὐδὲν ἐκ τούτων φημὶ τῶν κοινῶν, ἀλλ' ἤδη ἕτερόν τι καὶ προσφιλέστερον. ἐξ ἐκείνου γὰρ τοὺς λόγους εἰλήφειμεν καὶ ὅπερ νῦν ἐσμεν ἐγεγόνειμεν, τῷ βασιλεῖ ἀνατεθραμμένοι καὶ προστάγμασιν ἐκείνου καὶ ἀναλώμασι πεπαιδευμένοι τὰ λογικά. ἔδει γοῦν ὡς ἔφην μὴ τοιούτοις λόγοις ἀλλ' ἑτέροις σεμνύνειν αὐτόν, εἴτουν οὐ θρηνητη ρίοις ἀλλ' ἐπαινετηρίοις, οὐ γοεραῖς ταῖς φωναῖς ἀλλ' εὐφημούσαις ταῖς λαλιαῖς, οὐδὲ δεδακρυμένοις προσώποις αὐτῷ προσυπαντᾶν, ἀλλὰ φαιδραῖς καὶ γεγανωμέναις ταῖς ὄψεσιν. οὕτως ἡμᾶς ἔδει τοὺς λόγους ποιεῖσθαι καὶ οὕτως ἐκεῖνον ἀμείβεσθαι. ἀλλὰ τούτους μὲν περιεῖλε τῷ τότε μετὰ τῆς συγχύσεως τῶν πραγμάτων καὶ ὁ καιρός· πάλαι γάρ μοι ταῦτα τὴν γλῶτταν ἐπέδησεν, ὅπως δὲ καὶ ὅ,του χάριν λέγειν οὐκ ἔνεστι· τέως οὖν γε ἐπέδησεν. ἀλλὰ νῦν ἡ τοῦ βασιλέως μετάστασις λύει ταύτην κακῶς καὶ διαρρήσσει τοὺς δεσμοὺς δυστυχῶς, καὶ ῥήτωρ ἐγὼ δυστυχέστατος ἐπ' ἀκροαταῖς ὑμῖν βαρυπενθέσι καὶ μελανείμοσι τὴν ἀπαγγε λίαν ἐπεξεργαζόμενος.

12 Ἀλλ' ὢ τί πάθω; πῶς ἂν ἐξειπεῖν δυναίμην τοῦ κατα σχόντος πάθους Ῥωμαίους τὸ μέγεθος; πῶς ἂν λόγῳ παραστή σαιμι τὸ συμβάν; εἰ γὰρ ἑνὸς ἀγαθοῦ στρατιώτου πεσόντος ἢ στρατηγοῦ τὸ σύμπαν ὀλοφύρεται στράτευμα καὶ ἀπο κλαίεται τὸ δυστύχημα, πῶς τοσούτου βασιλέως καὶ τοιούτου τὴν ἀρετὴν τὸ βιοῦν μεταλλάξαντος, οὗ τὰς ἀπείρους νίκας καὶ τὰ κατ' ἐχθρῶν ἀριστεύματα μακραί τινες βίβλοι παρὰ σοφῶν συντιθέμεναι δυσχερὲς ἂν ἦν ἐφερμηνεῦσαι πρὸς τὴν ἀκρίβειαν- πῶς οὖν τοιούτου συνηντηκότος Ῥωμαίοις τοῦ δυσ πραγήματος οὐ πᾶς τις ἀπλέτοις τοῖς κωκυτοῖς ἀποκλαύσεται καὶ βύθιόν τι στενάξει καὶ γοερὸν ἀνοιμώξει καὶ ἐλεεινὸν ὀλολύξειε καὶ δρύψει μὲν τοῖς ὄνυξι παρειάς, ἐκτιλεῖ δὲ τρίχας τῆς κεφαλῆς, τέφραν δὲ αὐτῆς καταπάσειε, καὶ ἱμάτιον σχίσει καὶ σάκκον ἐνδύσεται καὶ σύμπαν πένθιμον ὀλολύξειε; παγκοσμίους μὲν γὰρ συμφορὰς καὶ οἰκουμενικὰ παθήματα καὶ πάγκοινα ὀλοθρεύματα ταῖς ἱστορίαις προσχόντες κατὰ νοῦν ἠρυσάμεθα, σεισμούς τινας γεγενημένους δεινοὺς καὶ τμημάτων γῆς μεγίστων κατερειπώσεις θαλάσσης τε ἐκβρασμοὺς καὶ ἀνθρώπων καταποντώσεις ἐμπρησμούς τε αὖθις σφοδροὺς καὶ ἄστεων μεγίστων ἐκκαύσεις· πολεμεῖ γὰρ ἅπαν στοιχεῖον τὸν ἄνθρωπον καὶ πῦρ καὶ ὕδωρ καὶ ὁ ἀήρ, τῶν φυσικῶν ὁρίων ἐκστάντα καὶ τῆς συνήθους ὑπερβλύσαντα τάξεως· καταδρομαὶ δ' ἀλλοφύλων ἄλλοις γεγόνασι, καὶ ἐπισυμβέβηκε τὸ αἰχμάλωτον ἀνδραποδισμοί τε ἀνδρῶν, καὶ γυναῖκες σὺν ὑπομαζίοις ἦμαρ εἶδον τὸ δούλιον· ὑετῶν δ' αὖθις ῥαγδαίων καταφοραὶ παρά τισι συμβεβήκασιν, ἐξ ὧν τὸ πᾶν κατακλύζεται. δεινὰ μὲν οὖν ταῦτα καὶ ὄντως παγχάλεπα καὶ φυσικοῦ θανάτου βαρυαλ γέστερα· τοῦτον μὲν γὰρ οἶδεν ἡ φύσις καὶ οὐ καινὸν τὸ γινόμενον, ἐκεῖνα δὲ κίνησις στοιχείων ἔπαιξεν ἄτακτος ἢ τύχη δεδραματούργηκεν ἄστατος.

13 Πολλὰ μὲν οὖν ἐπισυμβαίνει διὰ ταῦτα τοῖς ἀνθρώ ποις ἀνιαρά, τὰ μὲν πλατυκώτερον τὰ δὲ ἰδικώτερόν τε καὶ μερικώτερον· οὐδὲν δὲ τοιοῦτον ἀλγεινὸν ἐπιγίνεται οἷον ἀπολέσθαι ἄνδρα ἡγεμόνα, τὴν ἀρχὴν ἐπιστήμονα, καλὸν τὰ πάντα, τὸ εἶδος τὴν ἰσχὺν τὴν ἀνδρείαν τὴν δικαιοσύνην τὴν φρόνησιν, πρὸς ἐπὶ τούτοις τὴν καλοκαγαθίαν καὶ ἡμερότητα, ἃ πατρὸς λόγον ἐπέχειν τοῖς ὑπὸ χεῖρα τὸν κρατοῦντα ποιεῖ. ἀλλὰ τὰ μὲν τῆς ἀνδρείας ἐκείνου γνω ρίσματα τοῦ στερροῦ καὶ καρτερικοῦ καὶ βεβηκότος ὡς τὸ τετράγωνον, τοῦ ὀξυτέρου πνεύματος ἢ πυρὸς