5
9 Ἐφοδίοις ἀπάρας τῆς τοῦ Μιχαὴλ γῆς καὶ φορῷ χρησάμενος πνεύματι, τῇ τῆς Ἀττάλου προσώρμισεν. ἀσμενέ στατα οὖν παρὰ τοῦ σουλτάνου προσδέδεκται. ὁ βασιλεὺς δὲ Θεόδωρος διῆγεν ἐν τῇ Νικαίᾳ, καὶ πρεσβεία πρὸς τοῦ σουλ τὰν παρ' αὐτὸν ἀφικνεῖται, τὴν τοῦ βασιλέως καὶ πενθεροῦ γνωρίζουσα ἄφιξιν, καὶ ὡς ἄδικος εἴη ξένης ἐπειλημμένος ἀρχῆς. ἐταράχθη γοῦν ἐπὶ τοῖς λόγοις ὁ βασιλεύς. ὁ μὲν γὰρ σουλτὰν πρόφασιν εἶχεν Ἀλέξιον, σκοπὸς δ' ἦν αὐτῷ τὴν τῶν Ῥωμαίων καταδραμεῖν. καὶ ἦν ἐπὶ ξυροῦ, ὅ φασι, τούτῳ τὰ πράγματα. συναγαγὼν γοῦν τοὺς αὐτοῦ ἐπειρᾶτο τούτων, εἴτε αὐτῷ προσανέχοντες εἶεν εἴτε τῷ πενθερῷ. οἱ δὲ πανσυδὶ ἢ συζῆν αὐτῷ ἢ συναπολέσθαι εἰρήκεισαν. θαρσαλέως γοῦν τῆς Νικαίας ἐξῄει, ἔχων καὶ τοὺς τοῦ σουλ τὰν πρέσβεις. ταχύτερον δὲ τῷ δρόμῳ χρησάμενος ἀφί κετο εἰς Φιλαδέλφου. ὁ δὲ σουλτὰν ἀπάρας μεθ' ἑαυ τοῦ καὶ ὃν ὡς δέλεαρ ἐπεφέρετο βασιλέα Ἀλέξιον τὴν ἔφοδον ἐν Ἀντιοχείᾳ πεποίηται. πόλις δὲ αὕτη χώρας προκαθημένη Μαιάνδρου, κρατῆσαι δέ οἱ ταύτης ἦν ὁ σκοπός. διὰ ταῦτα καὶ ἑλεπόλεις ἐστήσατο καὶ ἐπόρθει τὴν πόλιν. καὶ ἦν γε αὕτη ἐν χρῷ τοῦ ἁλῶναι. ὃ δὴ καὶ δεδιὼς ὁ βασιλεὺς Θεόδωρος-ἦν γὰρ καὶ ἀληθές, ὡς εἰ ταύτης ἐκράτησεν ὁ σουλτάν, οὐδὲν ἂν ἦν αὐτῷ ἐμ ποδὼν τοῦ μὴ πᾶσαν τὴν Ῥωμαίων χειρώσασθαι. καὶ οἷον ἐπὶ κύβου τὸν πόλεμον θεὶς ἢ μᾶλλον ἀληθῶς εἰπεῖν ἐπὶ τῷ δεσπότῃ θαρρήσας Χριστῷ, οὗ τὴν κλῆσιν ὡς σύσσημόν τι ἢ σφραγῖδα οἱ εὐσεβεῖς ἐπιφέρομεν, ἐπισπεύδει τὸν δρό μον, παραγγείλας μηδένα ἢ σκηνὴν φέρειν ἢ ἄχθος ἢ ἕτε ρόν τι τῶν οὐ λυσιτελούντων ἐν τῷ πολέμῳ, ἄνευ μέντοι τῶν ἀναγκαίων, τροφῆς μικρᾶς καὶ ἐνδύματος. ἦν δὲ ἅπαν αὐτῷ τὸ στράτευμα εἰς δισχιλίους ἠριθμημένον, ὧν ὀκτα κόσιοι μὲν Ἰταλοί, ἄνδρες γενναῖοι καὶ τὴν χεῖρα σθεναροί, ὡς ὁ καιρὸς ἔδειξε, Ῥωμαῖοι δὲ οἱ λοιποὶ ἐτύγχανον.
10 Ἐγγύς που γοῦν γενόμενος τῆς Ἀντιοχείας ὁ βασιλεὺς ἀφίησι τὸν πρέσβιν Πέρσην πρὸς τὸν σφέτερον ἀφικέσθαι δεσπότην· καὶ ὃς ἀπῆλθε καὶ μηνύει τῷ σουλτὰν τὴν τοῦ βασιλέως ἔφοδον, δύσπιστον ἐκείνῳ πάνυ τυγχάνουσαν. ὅρ κοις γοῦν ἐβεβαίου ὁ πρέσβις, ὡς ἐγγὺς ὁ βασιλεὺς πάρεστι. ταῦτ' οὖν ἀκηκοὼς ὁ σουλτάν, ὡς εἶχε τάχους τὰς δυνά μεις συνάγει καὶ παρατάττεται πρὸς τὸν πόλεμον. ἐμπίπτουσι γοῦν ταῖς τοῦ σουλτὰν πρῶτον δυνάμεσιν Ἰταλοί, ἀλλ' ἦν τὸ τῶν Μουσουλμάνων πλῆθος πολύ· ἔργα δὲ κρατερᾶς χειρὸς ἐνδειξάμενοι καὶ γενναιοτέρας ψυχῆς, σχεδὸν πίπτουσι πάντες, ἀπειροπλασίους ξίφους ἔργον ποιήσαντες. τῶν γοῦν Ἰταλῶν οἱ Μουσουλμάνοι περιγενόμενοι ῥᾷον καὶ τῶν Ῥωμαϊκῶν ἐκράτουν δυνάμεων· καὶ οἱ μὲν προτροπάδην ἔφευ γον, ὀλίγοι δὲ ἐκαρτέρουν τὸ τέλος τῆς μάχης ἀποσκοπού μενοι. τῆς μάχης οὖν ἐγκρατὴς γενόμενος ὁ σουλτὰν ἐζήτει τὸν βασιλέα, καὶ δείκνυσί τις τοῦτον αὐτῷ ἐν ἀμηχανίᾳ γενόμενον. ὡς εἶχε γοῦν τάχους πρὸς τὸν βασιλέα ὁρμᾷ, τῇ τοῦ σώματος ἰσχύι θαρρῶν ἐπ' αὐτῷ. καὶ ὁ μὲν σουλ τὰν κορύνῃ κατὰ κεφαλῆς πλήττει τὸν βασιλέα, καὶ πίπτει τοῦ ἵππου· ἦν γὰρ τῇ βολῇ σκοτοδινιάσας. συνεποδίσθη γάρ, ὥς φασι, τῇ βολῆ καὶ ὁ ἵππος, οὐκ οἶδ' εἰ καὶ τού του δευτέραν παρὰ τοῦ σουλτὰν λαβόντος πληγήν. ἔξω οὖν τοῦ ἵππου ὁ βασιλεὺς γενόμενος, καὶ οἷον ῥωσθεὶς ὑπὸ θειοτέρας δυνάμεως, ἐπὶ πόδας δὲ σταθεὶς τὴν σπάθην ἐξάγει τοῦ κουλεοῦ, καὶ τοῦ σουλτὰν ἐνθένδε στραφέντος καὶ ὑβριστικῶς ἐπειπόντος· «λάβετε τουτονί,» πλήττει τοὺς ὀπισθίους πόδας τῆς σουλτὰν ἵππου ὁ βασιλεύς· θηλείας γὰρ ἐπωχεῖτο καὶ ὑπερμεγέθους. ὡς ἐκ πύργου γοῦν ὁ σουλτὰν καταβάλλεται καί οἱ αἰφνηδὸν ἡ κεφαλὴ ἀποτέμνε ται, μήτε τοῦ βασιλέως γνόντος μηθ' ἑτέρου τῶν συμπαρε στώτων τῷ βασιλεῖ, παρὰ τοῦ κεκαρατόμηται. νικᾷ γοῦν ἐντεῦθεν ὁ βασιλεὺς τὸ πλεῖστον ἐξηττημένος. οὐδὲ γὰρ εἶχεν ἐπὶ τοῖς πρόσω χωρεῖν μετὰ μετρίων ἐλλελειμμένος. τοῦτο τοῖς Ῥωμαίοις ἀναψυχῆς ἐγένετο πρόφασις· σπονδὰς γὰρ ἐντεῦθεν ἀρρήκτους