διφθόγγου· οἱ γὰρ Αἰολεῖς ἀγέῤῥω λέγουσιν, καὶ παρὰ τὸ ἀγερῶ, ἀγείρω· καὶ παρὰ τὸ ἔχειν ἀντι παρακείμενον τὸ ο· οἷον, ἀγορὰ, ὡς ἀλείφω, ἀλοιφή· γράφεται διὰ τῆς ει διφθόγγου. 9Ἀείρω9: Τὸ οἰκτείρω· διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰ ολεῖς ἀέῤῥω λέγουσιν· ἡμεῖς δὲ τὸν μέλλοντα λέγομεν ἀερῶ· καὶ πλεονασμῷ τοῦ ι ἀείρω· καὶ διὰ τὸ ἔχειν τὸ ἄειρον ἀντι παρακείμενον τὸ ο ἐν τῷ ἀορτήρ. 9Ἀμείβω9: ∆ιὰ τῆς ει διφθόγγου, διὰ τὸ ἔχειν ἀντιπαρακεί μενον τὸ ο ἐν τῷ ἀμοιβὴ, ὥσπερ λείβω, λοιβή· ἀλείφω, ἀλοι φή· οὕτως καὶ ἀμείβω, ἀμοιβή. 9Ἀπείλω9 καὶ 9Ἀπειλή9: ∆ιὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰολεῖς διὰ τοῦ ε ἐκφέρουσιν αὐτά· οἷον, ἀπέλλω, ἀπελλή· ὥσπερ κείρω, κερῶ. 176 9Ἀνηρείψαντο9: ∆ίφθογγος τὸ ρει· ἀνερέψαντο γάρ. 9Ἀμείψασ9: ∆ιὰ τῆς ει διφθόγγου τὸ μει, κατὰ τὸν κανόνα τοῦ ἀμείβω· ἀμείβω γὰρ καὶ ἀμείψας. 9Αἰνείασ9: ∆ιὰ τῆς ει διφθόγγου τὸ νει· εὕρηται γὰρ καὶ Αἰνέας λεγόμενον· καὶ προσθέσει τοῦ ἰῶτα Αἰνείας. 9Ἀμείνω9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ τὸ μείων, καὶ πλε ονασμῷ τοῦ ν ἀμείνων· καὶ πάλιν καὶ παρὰ τὸ μείω γέγονεν ἀμέων, καὶ πλεονασμῷ τοῦ ι ἀμείων, τουτέστιν, ὁ μὴ μένων, ἀλλ' ὑπὸ πάντων περιάρπαστος γενόμενος δι' ἐξοχήν. 9Αὐγείασ9: δίφθογγος τὸ γει· ἀπὸ γὰρ τοῦ αὐγὴ αὐγέας, καὶ κατὰ πλεονασμὸν τοῦ ι Αὐγείας. 9Ἀπόδειξισ9: Τὸ δει δίφθογγος· Ἡρόδοτος γὰρ ἀπόδεξις ἔγραψεν ἐν ὑπομνήματι αὐτοῦ, καὶ προσθήκῃ τοῦ ι ἀπόδειξις. 9Ἀλεείνω9: Τὸ ει δίφθογγον· τὰ γὰρ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰς βαρύτονα τῇ ει διφθόγγῳ παραλήγει· οἷον, φαείνω· ἀλεείνω· χωρὶς τοῦ ὀρίνω· ὠδίνω, ὅ ἐστι τὸ τίκτω· ταῦτα γὰρ διὰ τοῦ ι γράφεται· γέγονεν δὲ τὸ ἀλεείνω οὕτως· ἔστιν ἀλέα ἡ θερμασία, καὶ ἐκ τούτου γίνεται ἀλεείνω· οἱονεὶ εἰς τὴν θερ μασίαν ἐκ τοῦ ψύχους ἀποφεύγω. 9Ἀνθρωπίσκοσ9: ∆ιὰ τοῦ ι· καὶ πάντα τὰ εἰς κος ὑποκο ριστικά· ἃ ὡς ὑποκοριστικὰ καὶ παροξύνεται, καί ἐστιν πάντα ὑπὲρ δύο συλλαβὰς, καὶ διᾶ τοῦ ι γράφεται· οἷον, Ἀπολλω νίσκος· μειρακίσκος· ἀστερίσκος, καὶ ὅσα ὅμοια. 9Ἀφιείμενοι9: Σημαίνει τὸ ἐνδεδυμένοι· διὰ τῆς ει διφθόγ γου· εὕρηται γὰρ παρὰ τοῖς Αἰολεῦσιν καὶ χωρὶς τοῦ ι· οἷον, ἀφιεμένοι· καὶ παρὰ τὸ ἕω δὲ, ὃ σημαίνει τὸ ἐνδύομαι· τοῦ ὁ μέλλων ἕσω, καὶ πάλιν ὁ ἐνεργητικὸς παρακείμενος εἷα, καὶ ὁ παθητικὸς εἷμαι, ἡ μετοχὴ εἵμενος, καὶ ἐν συνθέσει ἀφιείμενος. 9Ἀτρείων9: ∆ιὰ τῆς ει διφθόγγου· ἐκ τοῦ Ἀτρεὸς ἀτρειών. 9Ἀγγείλασ9: ∆ιὰ διφθόγγου· ἐκ τοῦ ἀγγέλω γάρ· καὶ ὥσπερ ἀποστέλλω, ἀποστείλας· καὶ ἐκ τοῦ ἀγγέλλω, ἀγγείλας, καὶ τὰ ὅμοια. 9Ἀεί9: ∆ιὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· 177 οἷον, αἰὲν καὶ αἰὲς, καὶ κατὰ ἀφαίρεσιν τοῦ ι ἐκ τοῦ α, καὶ προσθήκῃ εἰς τὸ ε ἀεί· καὶ τὸ ἄϊδι ἐκ τούτου γέγονεν ἀπὸ τοῦ ε· οἷον, ἀεῖον. 9Ἀρειή9: Σημαίνει τὴν ἐν πολέμῳ ἀπειλήν· τὸ ρει δίφθογ γον· παρὰ γὰρ τὴν Ἄρεως γενικὴν γέγονεν ἀρέα, καὶ κατὰ πλεο νασμὸν τοῦ ι ἀρεῖα, καὶ τροπῇ Ἰωνικῇ τοῦ α εἰς η ἀρειή· ὥσπερ πείνα, πείνη. 9Ἀείδηλον9: Σημαίνει δὲ τὸ λίαν ὁρατόν· διὰ τῆς ει γράφε ται· γέγονεν δὲ ἀπὸ τοῦ εἴδω, εἴδελος, καὶ ἐν συνθέσει ἀείδελος· τουτέστιν ὁ μὴ θεωρούμενος· καὶ ἀπὸ τοῦ ἀεὶ δὲ γέγονεν ἀεί δελον. 9Ἀείκελλοσ9: Τὸ ει δίφθογγον· ἀπὸ τοῦ εἴκω, τοῦ σημαί νοντος τὸ ὁμοιῶ, γέγονεν εἴκελλος, καὶ ἐκεῖθεν ἀείκελλος, τοῦτ' ἔστιν ὁ ἀνόμοιος. 9Ἄρειοσ9: Καὶ τὸ κύριον οὕτως ἐγράφει. 9Ἀεικήσ9: Ἔστιν δὲ ὁ ἀναιδὴς καὶ σκληρὸς, παρὰ τὸ μὴ εἴ-κειν καὶ ὑποχωρεῖν· διὰ τῆς ει διφθόγγου· τὸ ει γὰρ ἐκ τοῦ εἴκω γέγονεν τοῦ σημαίνοντος τὸ ὑποχωρῶ, ἐξ οὗ καὶ τὸ οἶκος· οἱονεὶ εἰς ὃν ὑποχωροῦμεν· γίνεται ἀεικής. 9Ἀτειρήσ9: Ὁ ἀκαταπόνητος· τὸ τει δίφθογγον· τὰ γὰρ διὰ τοῦ ειρω ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, κείρω· σπείρω· φθείρω· εἵρω τὸ συμπλέκω· ἀείρω τὸ οἰκτείρω· οὕτως καὶ τείρω ἀτειρής· καὶ ἄλλως· ἐκ τοῦ ἀτερὴς γέγονεν πλεονασμῷ τοῦ ι ἀτειρής· οἱονεὶ μὴ ὢν ἁπαλός. 9Ἀλφειόσ9: ∆ιὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι Ἀλφεὸς, καὶ κατὰ πλεονασμὸν τοῦ ι Ἀλφειός· λέγεται δὲ Ἀλφειὸς παρὰ τὸ θεραπεύειν τοὺς ἀλφοὺς, ὅ ἐστιν εἶδος λέπρας· ἐκ τούτου οὕτως ὀνομάσθη. 9Αἴγειροσ9: ∆ιὰ διφθόγγου τὰ δύο· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, αἴγερον, καὶ κατὰ πλεονασμὸν