τὸ ἀγαθόν. ὡς τὸ, θεοὶ δοτῆρες ἑάων. ἑορτή. ἑορτάζω. καὶ Ἕο, ἀντὶ τοῦ αὐτοῦ. ὡς τὸ, ἕο μέγ' ἀμείνονα φῶτα Ἠτίμησε. ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. πλὴν τῶν ἀπὸ θέματος ἐχόντων αὐτό. ἔοικεν. ἔοργεν, ἔολπεν, ἀντὶ τοῦ ἔπραξε, καὶ ἀντὶ τοῦ ἤλπισε. καὶ Ἐὸν, τὸ ὑπάρχον. Τὸ Ε πρὸ τοῦ Π ψιλοῦται. Ἔπω, τὸ λέγω. Ἔπος, τὸ λόγιον. ἐπαίτης. Ἐπήτης, ὁ λόγιος. ἐπὶ, πρόθεσις. 197 καὶ ὅσα ἐξ αὐτῆς. οἷον ἐπιφορά. ἐπιτήδειος. ἐπίβουλος. καὶ ἐπήβολος. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἕπω, ἕπομαι, τὸ ἀκο λουθῶ. καὶ ἑπτὰ, ἐπὶ τοῦ ἀριθμοῦ. καὶ ἑπτὰς, ἑπτάδος. καὶ ὅσα ἀπὸ τοῦ ἑπτά. Τὸ Ε ἐπιφερομένου τοῦ Ρ, μετὰ φωνήεντος ἢ συμ φώνου, ἢ αὐτοῦ τοῦ Ρ, ψιλοῦται· εἰ μὴ ἐπάγοιτο τῷ Ρ τὸ ∆, ἢ τὸ Μ, ἢ τὸ Κ, ἢ τὸ Π, ἢ τὸ Σ. οἷον ἔρως. ἐρωτῶ. Ἔρνος, ὁ κλάδος. Ἔρις, ἡ φιλονεικία. Ἐρύω, τὸἑλκύω. Ἔῤῥω, τὸ φθείρομαι. ἔρχομαι. καὶ τὰ λοιπά. εἴρη ται εἰ μὴ ἐπάγοιτο τῷ Ρ τὸ ∆, ἣ τὸ Κ, ἢ τὸ Μ, ἢ τὸ Π, ἢ τὸ Σ, διὰ τὸ Ἕρδω, τὸ πράττω. τοῦτο γὰρ ἐν τοῖς Ἰωάννου δασυνόμενον εὗρον· ἔνιοι δὲ ψιλοῦσιν αὐτό. οὗ ὁ μέλλων ἕρξω. Ἕρκος, τὸ περίφραγμα. Ἕρπω, ἀφ' οὗ καὶ ἑρπετόν. καὶ ἑρπύζω. ἑρμῆς. Ἕρσα, ἡ δρόσος. καὶ Ἐρσήεις, ὁ δροσώδης. καὶ Ἕργμα, τὸ κώλυμα. Ἔρμα δὲ,τὸ ἔρεισμα, ψιλοῦται, ὡς ἀπὸ τοῦ ἔρεισμα γεγονὸς κατὰ συγκοπήν. ἐν δὲ τοῖς Θεοδωρίτου, ἀλλὰ καὶ ἐν πολλοῖς τῶν Σχεδεκτοτῶν † τὸ ἔρνος δασυνόμενον εὗρον. καὶ σὺ γοῦν δάσυνε μᾶλλον αὐτό. οἱ δὲ ψιλοῦντες κατὰ ἐτυμολογίαν ψιλοῦσιν, ὡς ἐκ τῆς ἔρας φυόμενον. Τὸ Ε πρὸ Σ, φωνήεντος ἢ συμφώνου ἢ αὐτοῦ τοῦ Σ ἐπαγομένου, ψιλοῦται. οἷον ἔσω, ἀντὶ τοῦ ἔσωθεν. ἔσοπ τρον. Ἐσσαῖοι, καὶ Ἐσσηνοὶ, ὀνόματα ἐθνῶν. ἐσθὴς, ἐσθῆ-τος. ἐσθίω. Ἔσδρας, κύριον. Ἐσθλὸς, ἀγαθός. ἔσχατος. ἐσχάρα. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑσία, ἡ πρεσβεία. καὶ Ἕσσο, ἀντὶ τοῦ ἐνεδέδυσο. καὶ Ἑσσάμενος, ὁ ἐνδυσάμενος, ἀπὸ τοῦ Ἕω, ὃ σημαίνει τὸ ἐνδύομαι. ἑσπέρα. καὶ τῶν ἐξ αὐτῆς. Ἑσπόμεθα, ἀντὶ τοῦ ἀκολουθήσομεν. τοῦτο δὲ ἐν τοῖς Θεοδωρίτου ψιλούμενον εὗρον. Ἕστε ἀντὶ τοῦ ἕως οὗ. καὶ τῶν ἐχόντων τὸ Τ μετὰ τοῦ Σ. οἷον ἑστία. ἑστιῶ. ἑστίασις. Ἑστιαῖος, κύριον. ἕστηκα, ἑστηκὼς, ἑστὼς, καὶ ἑστάναι. τὸ δὲ ἔστην, ἔστησα, ἐστάθην, ἐστησάμην, ψι λοῦνται, ὡς ἀπὸ κλίσεως ἔχοντα τὸ Ε, ἤγουν ἀπὸ αὐξή σεως. σὺν τούτοις καὶ τὸ ἔστιν, ἀντὶ τοῦ ὑπάρχει, καὶ τὸ ἔστω, ἀπὸ τοῦ Ἔω, τὸ ὑπάρχω, γινόμενα. Τὸ Ε πρὸ τοῦ Τ ψιλοῦται. ἔτος. Ἐτεὸν, τὸ ἀλη θές. ἔτυμον, καὶ ἐτήτυμον, τὸ αὐτό. Ἐτώσιον, τὸ μά ταιον. Ἔτνος, τὸ φάβα. πλὴν τοῦ Ἕτοιμος, ὁ πρόχειρος. 198 ἑτοιμάζω. ἑτοιλοπείθης †. Ἕτερος, ὁ ἄλλος. Ἑταῖρος, ὁ φίλος. ἑτέρα, ἡ ἄλλη. καὶ ἑτεροῖον. Ἑταῖρα καὶ Ἑταιρὶς, ἡ πόρνη. καὶ ἑταιρεία. καὶ τὰ τούτοις ὅμοια. τινὲς δὲ καὶ τὸ Ἕτνος δασύνουσιν, ὀφεῖλον ψιλοῦσθαι· δηλοῖ δὲ τὸν ἑψημένον κύαμον· γίνεται δὲ παρὰ τὸ Ἕω, τὸ ἀπολύω, ἕτος, καὶ πλεονασμῷ τοῦ ν ἔτνος, τὸ διαλελυμένον ὑπὸ τῆς ἑψήσεως, καὶ κλίνεται ἔτνους. καὶ Ἐτνήρυσις, τὸ κοχλιάριον, παρὰ τὸ τὸ ἔτνος ἀρύεσθαι. Τὸ Ε πρὸ τοῦ Υ, εἴτε ἐν συνελεύσει εἴτε ἐν δια στάσει ἐστὶ, ψιλοῦται. οἷον Ἐῢς, ὁ πλατὺς, καὶ ἀγαθός. εὐρύς. εὐρύνω. εὖ, ἀντὶ τοῦ καλῶς, καὶ τὰ ἐξ αὐτοῦ. πλὴν τοῦ εὑρίσκω, εὕρεσις, εὕρημα, εὕρω, εὑρήσω. Εὕω, τὸ φωτίζω. καὶ τὰ ὅμοια. Τὸ Ε πρὸ τοῦ Φ ψιλοῦται. ἔφεσις. ἐφετόν. ἔφεσος. ἐφραΐμ. ἔφορος. καὶ τὰ ὅμοια. πλὴν τοῦ Ἑφθὸς, ὁ ἑψημένος. Τὸ Ε πρὸ τοῦ Χ ψιλοῦται. ἔχις. ἐχθρός. ἔχω. ἐχῖνος. καὶ τὰ παραπλήσια. Τὸ Ε πρὸ τοῦ Ψ δασύνεται ἀεί. οἷον ἕψω, καὶ ἑψῶ, ἑψήσω. ἕψημα. ἑψητόν. Ἕψω, τὸ ἀκολουθήσω, ἐπὶ μέλ λοντος. εἰ μὴ ἀπὸ κλίσεως εἴη, ἤγουν αὐξήσεως. οἷον ἐψι λωμένος. ἔψυξα. ἐψώμισα. ἐψυχαγώγησα. Ἔψων, τὸ ἐσπόγ γιζον. σημείωσαι καὶ τὸ Ἐψία, ὅ ἐστιν ἡ διὰ λόγων παι διὰ, ἐκ τοῦ ἔπω, ἔψω, ὃ δηλοῖ τὸ λέξω. ἐξ οὗ καὶ Φι λέψιος, ὁ φιλοπαίγμων. Τὸ Ε πρὸ τοῦ Ω δασύνεται. οἷον Ἕως, ἡ ἡμέρα, καὶ ἡ ἀνατολή. καὶ τὰ ἐξ αὐτοῦ. ἕωθεν. ἑωθινός. Ἕωλος, ὁ χθεσινός. ἑωσφόρος. καὶ Ἑωϋτὸν, Ἰωνικῶς ἀντὶ τοῦ ἑαυτόν. σὺν τούτοις ἕως, ἐπίῤῥημα χρονικόν. καὶ Ἕω, τὸ ἐνδύομαι, καὶ τὸ πληρῶ, καὶ τὸ πορεύομαι, καὶ τὸ ἀπο λύω. καὶ ἑώρακα, ἀπὸ θέματος, καὶ ἑωρακὼς, καὶ ἑωράκειν. πλὴν τοῦ Ἔω, τὸ