ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
Ἰωάννης εἰς τὴν Ἰταλίαν καὶ Οὐγγαρίαν, ποήσας δεσπότην τὸν ἀ-δελφὸν αὑτοῦ τὸν αὐθεντόπουλον κὺρ Κωνσταντῖνον καὶ καταλείψας αὐτὸν εἰς τὴν Πόλιν ἀντ' αὐτοῦ. 12.4 Τῇ δὲ κβ-ᾳ τοῦ Φευρουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐποιήσαμεν ὁρκωμοτικὰ ἀγάπην μετὰ τοῦ ἀμηρᾶ τοῦ Μουράτη ἀποκρισιρίων ἀπελ θόντων Λουκᾶ τοῦ Νοταρᾶ τοῦ γεγονότος ὕστερον καὶ μεγάλου δουκός, τοῦ Μελαχρηνοῦ Μανουὴλ καὶ ἐμοῦ δι' αἰτίας ταύτας, ὅτι ὁ μὲν Μελα χρηνὸς προαπῆλθεν εἰς τὸν ἀμηρᾶν καὶ ἐγνώρισεν, ὅτι θέλει γενέσθαι τὴν ἀγάπην· ὁ δὲ Νοταρᾶς, ἴνα τελέσῃ αὐτὴν καλῶς κατὰ τὸ δυνατὸν ὡς χρήσιμος καὶ καλός· ἐγὼ δὲ ὡς ἀπὸ τὴν ἁγίαν δέσποιναν συγγενίδα αὐ τοῦ δὴ τοῦ ἀμηρᾶ ἀπὸ τὴν μάναν του καὶ ὅτι, ἂν δεήσῃ, νὰ γράψω καὶ δι' ὑφειλτῶν εἴς τε τὸν ἅγιον βασιλέα καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν βασι λέα εἰς τὴν Οὐγγαρίαν εὑρισκόμενον.
13.1 Καὶ εἰς τὸ τέλος τοῦ Ὀκτωβρίου μηνὸς τοῦ λγ-ου ἔτους ἐπανῆλθε καὶ εἰς τὴν Πόλιν ἀπὸ τοῦ μέρους τοῦ εἰς τὸν ∆ανούβιον πο ταμὸν Κελλίου ὀνομαζομένου ὁ βασιλεὺς κὺρ Ἰωάννης, ἀπελθόντων κα τέργων ἀπὸ τῆς Πόλεως ἐκεῖσε. 13.2 Προέπεμψε γὰρ ἀπὸ τὴν Οὐγγαρίαν ἄνθρωπον ἀλλόγλωσσον καὶ ἀλλογενῆ, τοῦ ἐλθεῖν διὰ τῆς στερεᾶς μετὰ πιττακίου ὑφειλτοῦ. Οὗπερ ἐλθόν τος ἐζήτει νὰ ἴδῃ τὸν βασιλέα, ὅτι ἔχει τι τῶν ἀναγκαίων. Τοῦτο πῶς ἤθελε γενεῖν, ἄνθρωπος τοιοῦτος νὰ ἴδῃ βασιλέα ἀσθενῆ, κατάκοιτος γὰρ ἦν, καὶ μόνος πρὸς μόνον; Πολλῶν οὖν λόγων δαπανηθέντων, τέλος ἐστά λησαν πρὸς τὸν ἄνθρωπον δύο τῶν κελλιωτῶν καὶ συντρόφων μου καὶ εἶπον τῷ ἀνθρώπῳ· Ἢ τῷ παρόντι εἰπὲ τὸ θέλεις, δείξαντες ἐμέ, ἢ ἄπελθε, ἔνθα θέλεις. 13.3 Τότε παραλαβών με ἰδίως, δέδωκέ μοι χαρτὶ τὸ ὑφειλτὸν καὶ ἐδήλωσέ μοι καὶ ὅθεν καὶ ὁπότε ἐξῆλθεν. Ὡς διώρθωσα τὸ ὑφειλτὸν καὶ ἀπῆλθον ἀναγνῶναι τοῦτο, ἀνέφερον, ὅτι ζητῶ εὐεργεσίαν, ἐπεὶ χα ριέντα μέλλει ἀναφέρειν, ἐκεῖσε καὶ τῆς ἁγίας δεσποίνης καθεζομένης καὶ τῆς νύμφης αὐτῆς, τοῦ δεσπότου λείποντος εἰς τὸ κυνήγιον. Καὶ ἀναγνοὺς τὸ χαρτί, ὅτι καὶ ὑγιαίνει καὶ ἀπέρχεται καλῶς καὶ εἰς τὰ περὶ τὴν Μεγάλην Βλαχίαν καὶ νὰ ἀπέλθωσιν εἰς τὸ Κελλὶν ὀνομαζόμενον τόπον κάτεργα, ἵνα ἐπάρωσι καὶ φέρωσιν αὐτόν, ἐχάρησαν μεγάλως. 13.4 Καὶ μετὰ μικρὸν ὁρίζει ὁ ἅγιος βασιλεὺς πρὸς τὸν ῥοχάριν αὐ τοῦ· ∆ὸς πρὸς τὸν Σφραντζῆν τὸ καβάδι, τὸν μολυβὸν χαμουχᾶν, τὸν μετὰ βαρεοκοιλίας ἐνδεδυμένον· καὶ ἂς ἔχῃ καὶ τὸ σεντοῦκιν, ὅπερ μοι ἐζή τησεν. Ἦν γὰρ εἰς τὰς χεῖράς μου σεντοῦκιν κάλλιστον καὶ μέγα, ἔχον πολλὰ καὶ καλὰ εἴδη, ἅπερ διεδόθησαν τὰ μὲν τοῖς υἱοῖς αὐτοῦ, τὰ δὲ ὑπὲρ τῆς ἁγίας ψυχῆς αὐτοῦ. Καὶ τέλος ἐζήτησα ἐγὼ τὸ σεντοῦκιν καὶ ὥρισέ μοι, ὅτι αὐτὸ ἦτον τοῦ αὐθεντός μου, τοῦ βασιλέως τοῦ πατρός μου, καὶ εἶχα ἐν αὐτῷ μετὰ τῆς εὐχῆς ἐκείνου πολλὰ καὶ καλὰ καὶ πολλῷ πλείω τῶν ὧν εἶδες, καὶ θέλω πάλιν νὰ τὸ δώσω καὶ ἐγὼ πρὸς τὸν βασιλέα τὸν υἱόν μου, ἵνα ἐν αὐτῷ ἔχῃ καὶ ἐκεῖνος μετὰ τῆς εὐχῆς μου τὰ ἑαυ τοῦ. Τότε δὲ πάλιν ὥρισεν, ἵνα τὸ ἔχω· καὶ εἶχον αὐτὸ μετὰ τῆς ἁγίας εὐχῆς ἐκείνου γεμάτον ἀπὸ πάντων τῶν χρησίμων καὶ τιμίων τοῦ βίου τούτου τοῦ ματαίου. Ἡ δὲ ἁγία δέσποινα ὁρίζει καὶ φέρουσί με χαμου χᾶν καλὸν προύσινον, ἡ δὲ νέα δέσποινα μηνύει με, ὅτι τὸ δεῖνά μου ῥοῦχον, ὅταν μέλλῃ λαβεῖν γυναῖκα, θέλει εἶσθεν ἐκείνης.
14.1 Τῇ δὲ κα-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους τέθνηκεν ὁ ἐν μακαρίᾳ τῃ λήξει γενόμενος ἀοίδιμος καὶ εὐσεβὴς βασιλεὺς κὺρ Μανουήλ, ὁ διὰ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθεὶς πρὸ ἡ μερῶν δύο Ματθαῖος μοναχός· καὶ ἐτάφη τῇ αὐτῇ ἡμέρᾳ ἐν τῇ σεβασμίᾳ βασιλικῇ καὶ περικαλλεῖ μονῇ τοῦ Παντοκράτορος μετὰ πένθους καὶ συν δρομῆς, οἵας οὐ γέγονε πώποτε εἴς τινα τῶν ἄλλων. Ἦσαν δὲ πᾶσαι αἱ τῆς ζωῆς αὐτοῦ ἡμέραι ἔτη οζʹ καὶ ἡμέραι κεʹ. 14.2 Καὶ τῷ λδ-ῳ ἔτει μηνὶ Αὐγούστῳ διέβη φυγοῦσα εἰς τὴν αὑτῆς πατρίδα ἡ δέσποινα κυρὰ Σοφία. 14.3 Καὶ τῷ λε-ῳ ἔτει τοῦ Αὐγούστου κθ-ῃ ἔφερον μετὰ κατέργων ἀπὸ τὴν Τραπεζοῦντα κυρὰν Μαρίαν τὴν Κομνενήν, θυγατέρα κυροῦ Ἀλεξίου βασιλέως Τραπεζοῦντος τοῦ