5
ῥοῦν φέρεται. 2.39 Καρκίνος λαγωὸν αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων. 2.40 Καρκίνος λαιμὸν αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων. 2.41 Κανθάρου μελάντερος: καί· Κανθάρου σοφώ τερος: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. 2.42 Κακοὶ τῆς πονηρίας πίνουσι τὴν ὁμίχλην: ἐπὶ τῶν κατ' ἀξίαν τιμωρουμένων. 2.43 Κακῶν πανήγυρις: ἐπὶ πλήθους κακῶν. 2.44 Κηροῦ εὐπλαστότερος: ἐπὶ τῶν ῥᾳδίως τι ποι ούντων. 2.45 Καδμεία νίκη: ἡ ἐπὶ κακῷ νίκη· Ἐτεοκλῆς καὶ Πο λυνείκης υἱοὶ Οἰδίποδος, τινὲς δὲ Κάδμου, οὗ τὴν βασι λείαν διεδέξαντο, συνέθεντο πρὸς ἀλλήλους, ἕνα καθ' ἕνα χρόνον βασιλεύειν αὐτούς. βασιλεύσας δὲ ὁ Ἐτεοκλῆς οὐκ ἐβούλετο Πολυνείκην κατὰ τὸ δόξαν βασιλεῦσαι, καὶ τῷ πολέμῳ ἀλλήλους διεχειρίσαντο καὶ ἐπὶ κακῷ νενικήκασιν, ὅτι ὁ ἕτερος ἀνεῖλε τὸν ἕτερον. 2.46 Καθ' ἑαυτοῦ Βελλεροφόντης: ἐπὶ τῶν καθ' ἑαυ τῶν τι ποιούντων. 2.47 Κερκωπίζειν: ἀντὶ τοῦ δουλεύεσθαι καὶ ἀπατᾶν. με τενήνεκται δὲ ἀπὸ τῶν Κερκώπων. 2.48 Κατὰ βοὸς εὔχου: ἐπὶ τῶν μέγα βοώντων. 2.49 Κωφότερος κίχλης: παρόσον ἄφωνον τὸ ζῷον. 2.50 Κανθάρου σκιά: ἐπὶ τῶν φοβουμένων, ἔνθα οὐ δεῖ. 2.51 Κορυδέως εἰδεχθέστερος: ἐπὶ δυσμορφίᾳ οὗτος διεβάλλετο. 2.52 Κεκύλισται ὁ πίθος: ἐπὶ τῶν κατὰ μίμησιν ἑτέρων τι μάτην ποιούντων. 2.53 Κύρβεις **: ξύλα πινακοειδῆ, ἐν οἷς τοὺς νόμους ἔγραφον. 2.54 Κοινὰ τὰ τῶν φίλων. 2.55 Κατὰ ῥοῦν φέρεται: ἐπὶ τῶν εὐπλοούντων. 2.56 Κυνόσαργες: ὁ τόπος, ἐν ᾧ οἱ νόθοι ἐξεκρίνοντο. κύων γάρ τις ἡρπακὼς κρέας, ἐκεῖ ἀπεκόμισεν· ὅθεν καὶ Κυνόσαργες. 2.57 Καρπὸν, ὃν ἔσπειρας, θέριζε: ἐπὶ τῶν τοιαῦτα πασχόντων, οἷα ἔδρασαν. παρῆκται δὲ ἀπὸ τοῦ στίχου· Εἰ δὲ κακὰ σπείραις, κακά κεν ἀμήσαιο. καὶ πάλιν· Ὃς δὲ κακὰ σπείρει, θεριεῖ κακὰ κήδεα παισίν. Λ. 2.58t Λύδιον ἅρμα: ἐπὶ τῶν ἐριζόντων ἐν ἀγῶσι καὶ πολὺ ἀπολιμπανομένων. ὁ γὰρ Πέλοψ Λυδὸς ὢν ἐνίκησε τὸν Οἰνόμαον τῷ ἰδίῳ ἅρματι. καὶ ἔκτοτε ἡ παροιμία, παρὰ Λύδιον ἅρμα θέειν. ἡ παρὰ πρόθεσις σημαίνει καὶ τὴν πλησιότητα ὡς τό, ἕζετο, παρέζετο· καὶ τὴν πλείονα σχέσιν, ὡς τό, ὁρμῶ, παρορμῶ. σημαίνει καὶ τὴν ἐκτὸς σχέσιν, τὴν ἔξω τοῦ πρέποντος, ὡς τό, ἄνομος, παράνο μος. ὡς τό· εἰ καὶ πεζοὶ ἦμεν πάρα Λύδιον ἅρμα θέοντες· ἀντὶ τοῦ· ἔξω καὶ μακρὰν τοῦ Λυδικοῦ ἅρμα τος τρέχοντες κατὰ σύγκρισιν· τάχιστα γὰρ τὰ Λύδια ἅρ ματα. τοιοῦτος δὲ ὁ μέγας Βασίλειος, ἅρμα Λύδιον. 2.59 Λεπτὴν πλέκει: ἐπὶ τῶν πενιχρῶν. 2.60 Λιβυκὸν θηρίον: ἐπὶ τῶν πολυτρόπων, διὰ τὸ τὴν Λιβύην πολύθηρον εἶναι. 2.61 Λυγκέως ὅμοιος: ὁ ὀξυδερκής. 2.62 Λήθαργος κύων: ὁ προσσαίνων μὲν, δάκνων δὲ λάθρα. 2.63 Λυδὸς ἐν μεσημβρίᾳ: ἐπὶ τῶν ἀκολάστων, ὡς ταύ ταις ταῖς ὥραις ἀκολασταινόντων. οἱ γὰρ Λυδοὶ κωμῳδοῦν ται ταῖς χερσὶν αὑτῶν πληροῦντες τὰ ἀφροδίσια. ἡ δὲ παρ οιμία αὕτη ὁμοία τῇ· Αἰπόλος ἐν καύματι, ἐπειδὴ ἐν ταῖς τοιαύταις ὥραις οἱ αἰπόλοι ἀκολασταίνουσι. 2.64 Λύκου πτερά: ἐπὶ τῶν ἀδυνάτων. 2.65 Λύχνον ἐν μεσημβρίᾳ ἅπτεις: ἐπὶ τῶν ἐν καιρῷ ἀνεπιτηδείῳ τι ποιούντων. 2.66 Λύκου ῥήματα: ἐπὶ τοῦ καὶ λόγοις καὶ ἔργοις ἀδι κοῦντος. ἰδὼν γὰρ λύκος ποιμένα προβάτεια ἐσθίοντα, εἶ πεν· ἡλίκος ἂν ἤρθη θόρυβος, εἰ ἐγὼ ταῦτ' ἐποίουν. 2.67 Λευκῷ λίθῳ λευκὴ στάθμη: ἐπὶ τῶν ἄδηλα ἀδή λοις σημειουμένων κἀν τούτῳ μηδὲν συνιέντων. ἡ γὰρ ἐν τοῖς λευκοῖς λίθοις στάθμη λευκὴ οὐ δύναται δεικνύναι διὰ τὸ μὴ παραλλάττειν, καθάπερ ἡ διὰ τῆς μίλτου γιγνομένη. ὡς Σοφοκλῆς Κηδαλίωνι· τοῖς μὲν λόγοις τοῖς σοῖσιν οὐ τεκμαίρομαι, οὐ μᾶλλον ἢ λευκῷ λίθῳ λευκὴ στάθμη· ἔστι δὲ στάθμη σπάρτος τεκτονική. κατ' ἔλλειψιν δὲ εἴρηται ἡ παροιμία· διὸ καὶ ἀσαφὴς ἐγένετο· τὸ δὲ ὅλον ἐστὶ τοι οῦτον· ἐν λευκῷ λίθῳ λευκὴ στάθμη. Μ.