1

 2

 3

 4

 5

5

ΙΑʹ. Ἔτι μικρὸν, καὶ ὁ κόσμος παρέρχεται, καὶ ἡ σκηνὴ καταλύεται. Πραγματευσώμεθα τὸν καιρόν· τοῖς οὐχ ἑστῶσι τὰ μένοντα ὠνησώμεθα. Ἕκαστος ἡμῶν ἐστιν ἐν ἐπιτιμίοις· καὶ ὁ χοῦς πολλὰ φέρει τὰ ὀφλήματα. Συγχωρήσωμεν, ἵνα συγχωρηθῶ μεν· ἀφῶμεν, ἵνα αἰτήσωμεν ἄφεσιν. Ὁρᾷς ἐν τῷ Εὐαγγελίῳ· Χρεωφειλέτης εἰσάγεταί τις πολλῶν ταλάντων, καὶ ἀφίεται τοῦ χρέους· προσάγεται γὰρ ἀγαθῷ δεσπότῃ. Καὶ συγχωρεῖται μὲν, οὐ συγχωρεῖ δέ· δοῦλος γάρ ἐστι καὶ τὴν προαίρεσιν· ἀλλ' ἧς ἔτυχε φιλανθρωπίας περὶ τὸ πλεῖον, ταύτης οὐ μεταδίδωσι τῷ ὁμοδούλῳ περὶ τὸ ἔλαττον, οὐδὲ, εἰ μή τινι ἄλλῳ, τῷ τῆς μεγαλοψυχίας ἑπόμενος ὑπο δείγματι περὶ τὸ ἀλλότριον· καὶ ὁ δεσπότης ἀγανα κτεῖ. Καὶ τὸ ἑξῆς σιωπήσομαι· πλὴν ἄμεινον τῷ παντὶ, 35.980 προεισφέρειν τοῦ ἐκεῖσε λόγου τὴν ἐντεῦθεν χρη στότητα.

ΙΒʹ. Τί φῄς; Ἔχομέν σε τοῖς λόγοις τούτοις, ὧν ἐραστὴς εἶναι πολλάκις καθωμολόγησας, ὦ κάλλιστε ἀρχόντων, εἴη δὲ προσθεῖναι, καὶ ἡμερώτατε; Ἢ δεῖ, καὶ τὴν πολιάν σοι ταύτην ἀνθ' ἱκετηρίας προσαγαγεῖν, καὶ τὸν τῶν ἐτῶν ἀριθμὸν, καὶ τὴν μακρὰν ἱερωσύνην καὶ ἄσπιλον ταύτην, ἣν αἰδοῦνται τυχὸν καὶ ἄγγελοι, καθαρῶς τῷ καθαρωτάτῳ λατρεύοντες, ὡς τῆς ἑαυτῶν λατρείας ἀξίαν. Πείθει ταῦτα; ἤ τι τολμήσω μεῖζον; τολμηρὸν δέ με ποιεῖ τὸ ἀλγεῖν. Χριστὸν προσάγω σοι, καὶ τὴν Χριστοῦ κένωσιν τὴν ὑπὲρ ἡμῶν, καὶ τὰ τοῦ ἀπαθοῦς πάθη. καὶ τὸν σταυρὸν, καὶ τοὺς ἥλους, οἷς ἐλύθην ἐγὼ τῆς ἁμαρτίας· καὶ τὸ αἷμα, καὶ τὴν ταφὴν, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἄνοδον, ἢ καὶ τὴν τράπεζαν ταύτην, ᾗ κοινῇ πρόσιμεν· καὶ τοὺς τύπους τῆς ἐμῆς σωτηρίας, οὓς ἀπὸ τοῦ αὐτοῦ τελῶ στόματος, ἀφ' οὗ ταῦτα πρὸς σὲ πρεσβεύω, τὴν ἱερὰν καὶ ἄνω φέρουσαν ἡμᾶς μυσταγωγίαν.

ΙΓʹ. Εἰ καὶ μὴ δι' ἓν τούτοιν, ἀλλ' οὖν διὰ πάντα, δὸς καὶ ἡμῖν καὶ σεαυτῷ τὴν χάριν, καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ, καὶ τῷ καλῷ τούτῳ Χριστοῦ πληρώματι· ὃ νόμισον ἡμῖν συμπρεσβεύειν, εἰ καὶ ἡμῖν παραχωρεῖ τῆς πρεσβείας, ὡς αἰδεσιμωτέροις διὰ τὸν τιμήσαντα, καὶ ἅμα τῷ τῆς ἀρχῆς νόμῳ κατείργεται. Ἓν τοῦτο καλῶς ἡττήθητι· νίκησον ἡμᾶς φιλανθρωπίᾳ. Ἰδοὺ προσάγω σοι τοὺς ἐμοὺς ἱκέτας ἐναντίον Θεοῦ, καὶ ἀγγέλων, καὶ βασιλείας οὐρανῶν, καὶ τῆς ἐκεῖθεν ἀνταποδόσεως. Τίμησον τὴν ἐμὴν πίστιν, ἣν ἐπιστεύθην τε καὶ ἐπίστευσα· ὡς ἂν καὶ ἡ σὴ τιμηθείη περὶ τὰ μείζω καὶ τελεώτερα. Κεφάλαιον 35.981 δὲ τοῦ λόγου, ἔχεις καὶ αὐτὸς ἐν οὐρανῷ Κύριον· τοιούτου τύχοις περὶ σεαυτὸν τοῦ κριτοῦ, οἷόσπερ ἂν αὐτὸς γένῃ τοῖς ἀρχομένοις. Τύχοιμεν δὲ πάντες, καὶ τῶν ἐντεῦθεν χρηστῶν, καὶ τῶν ἐκεῖθεν ἀνεκτοτέρων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ᾧ τιμὴ καὶ βασιλεία, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ὥσπερ ἦν, καὶ προῆν, καὶ ἔσται, καὶ νῦν, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.