1

 2

 3

 4

 5

 6

 7

 8

5

ἠνεῴχθησαν», καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐ σχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω εἰς δύο», καὶ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη».

17 Ὁ δὲ ἑκατόνταρχος Πριμιανός, ὁ καὶ Λογγῖνος, ὁ παρε στηκὼς τῷ σταυρῷ, ἐδόξασεν τὸν θεὸν ἐπὶ πᾶσιν τοῖς γενομέ νοις θαύμασιν καὶ εἶπεν· «Ἀληθῶς θεοῦ υἱός ἐστιν οὗτος καὶ λυτρωτὴς τοῦ κόσμου». «Καὶ πάντες οἱ παραγινόμενοι ὄ χλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ἰδόντες τὰ γενόμενα, τύπτοντες τὰ πρόσωπα ἑαυτῶν ὑπέστρεφον.» Ὁ δὲ κεντυρίων Λογγῖνος, ὁ καὶ πιστευθεὶς τὸν σταυρόν, ἀνήγαγεν τῷ ἡγεμόνι περὶ τῶν γε γενημένων θαυμάτων. Καὶ καταλιπὼν πάντα ἐκεῖ, ἦλθεν εἰς τὴν ἰδίαν πατρίδα, ἐν τῇ Καππαδοκίᾳ τῇ δευτέρᾳ, ἐγγὺς Τυά νων, εἰς χωρίον καλούμενον Ἀνδραλές, τὸ ἐπιλεγόμενον ἑβραϊ στὶ Γαβραλές, καὶ ἤλλαξεν τὰ περιβόλαια αὐτοῦ, καὶ ἦν ποιμαί νων τὰ πρόβατα. ∆ιαναγνοὺς δὲ τὰ σκρίνια, ὁ Ἡρῴδης ηὗρεν τὸν ἅγιον Λογγῖνον παρασαλεύοντα τὸ βασίλειον καὶ ἀναστα τοῦντα ἐπὶ τοῦ πατρὸς αὐτοῦ καὶ λέγοντα πᾶσι χριστιανοὺς γε νέσθαι.

18 Καὶ μαθὼν παρὰ τοῦ ἐπάρχου Λουκίου τὸ ἀκριβὲς καὶ τὰ τῆς ὁμολογίας τοῦ ἑκατοντάρχου καὶ τὰ τῆς ὑπομονῆς, διωγ μὸν ἤγειρεν κατὰ τῶν χριστιανῶν· καὶ ἐζητεῖτο ὁ ἅγιος Λογ γῖνος ὑπὸ τῶν εἰδωλολατρῶν. Τοῦ δὲ ἁγίου Λογγίνου ἐλθόντος ἐν τῇ χώρᾳ τῇ ἰδίᾳ, ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις λεηλασία κατὰ πάντων τῶν εὐσεβούντων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς τρεῖς πρίγκιπας μετὰ δυνάμεως πολλῆς ἀναζητῆσαι τὸν ἅγιον Λογ γῖνον. Προσκαλεσάμενος δὲ ὁ Ἡρῴδης τοὺς τρεῖς πρίγκιπας καὶ τοὺς στρατιώτας, ἐντολὰς ἔδωκεν αὐτοῖς λέγων οὕτως ὅτι «Ἐὰν μὴ ἐνέγκητέ μοι τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ ὑμῶν αἱ κεφαλαὶ ξίφεσιν ἀποτέμνονται.» Ταύτας οὖν λα βόντες τὰς ἐντολὰς ἐπορεύοντο εἰς τὴν ἐπιζήτησιν λυπούμενοι σφόδρα· ἀπὸ γὰρ Ἀντιοχείας καὶ μέχρι Ῥώμης καὶ τοῦ Ἰλλυρικοῦ περιελθόντες, οὐχ εὕρισκον αὐτόν.

19 Ὀδυρόμενοι δὲ καὶ ὑποστρέψαντες ἐπὶ τὴν Καππαδο κίαν περιεπάτουν καὶ ἐλθόντες ἐγγὺς Τυάνων ἐζήτουν τὸν ἅγιον Λογγῖνον· ἐλθόντες δὲ ἐν τῇ κώμῃ Ἀνδραλεσῶν, ἐπυνθάνοντο παρὰ τῶν ἐκεῖσε καὶ οὐδεὶς ἀπόκρισιν ἐδίδου περὶ αὐτοῦ· ἠγά πησαν γὰρ αὐτὸν σφόδρα. Καὶ μὴ τυχόντες ἀποκρίσεως οἱ στρα τιῶται ἐξῆλθον ἐκ τῆς κώμης ἐν λύπῃ μεγάλῃ. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἔγγιστα τῆς ὁδοῦ νέμων πρόβατα δι' ἧς διώδευον οἱ ἀπεσταλμένοι· καὶ ἦν καθεζόμενος ἐν τῇ ὁδῷ ὁ ἅγιος Λογγῖ νος. Ἰδὼν δὲ αὐτοὺς πόρρωθεν ἐρχομένους ἐπέγνω καὶ ἀνέστη· ἐλθόντων δὲ αὐτῶν πρὸς αὐτὸν εἶπεν αὐτοῖς· «Καλῶς ἥκατε, ἀδελφοί.» Μὴ ἐπεγνωκότων δὲ αὐτῶν τίς ἂν εἴη ὁ λαλῶν αὐ τοῖς, εἶπεν πρὸς αὐτοὺς ὁ Λογγῖνος· «Ἵνα τί, ἀδελφοί, σκυ θρωποὶ καὶ ὡς ἐκ μεγάλης ὁδοιπορίας κεκοπιακότες ἐστέ;»

20 Οἱ δὲ εἶπον· «Ἄκουσον, ἀδελφέ, τὴν ἡμετέραν πικρί αν, ὅτι πρόσταγμα ἐξῆλθεν κατὰ Λογγίνου τοῦ ἑκατοντάρχου ὑπὸ Ἡρῴδου τοῦ βασιλέως περιέχον οὕτως ὅτι ἐὰν μὴ ἀγάγητε αὐτοῦ τὴν κεφαλήν, αἱ ὑμῶν κεφαλαὶ ξίφει παραδοθήσονται. Ἡμεῖς οὖν, ἄνθρωπε, ἐννέα μῆνας ἔχομεν ζητοῦντες αὐτὸν καὶ οὐχ εὕραμεν. Ἰδοὺ ἤκουσας τὰ κακὰ τὰ κατειληφότα ἡμῖν. Εἰ οὖν οἶδάς τινα λεγόμενον Λογγῖνον ἐκατόνταρχον, ἀνάγγειλον ἡμῖν.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Οὐκ οἶδα τὸν ἄνδρα. Εἰσ ελθόντες δὲ εἰς τὸν οἶκόν μου μείνατε καὶ αὔριον ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν.» Καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ τοῦ μεῖναι μετ' αὐτοῦ. Ἐγένετο δὲ πρωΐα καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Τίς ἡ αἰτία τοῦ Λογγίνου, ὅτι μετὰ τοσαύτης σπου δῆς ζητεῖτε αὐτόν;» Εἶπαν δὲ οἱ ἄνδρες πρὸς αὐτὸν ὅτι ζητεῖ ται παρὰ τοῦ βασιλέως ὅτι αὐτὸς ἀνάστατον ποιεῖ τὴν βασιλείαν αὐτοῦ, πείθων προσκυνεῖν τῷ σταυρωθέντι Χριστῷ καὶ βασιλεῖ τῶν αἰώνων.

21 Καὶ ἦσαν λυπούμενοι καὶ διαλογιζόμενοι πρὸς ἀλλήλους καὶ λέγοντες· «Τί ποιήσωμεν;» Εἶπεν δὲ πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Μὴ ταράσσεσθε, ἀδελφοί,