1

 2

 3

 4

 5

5

ὁδῶν καὶ φραγμῶν» ἀθροίζων, ὁ πόρνους καὶ τελῶνας σφραγίζων. Ἔνθα ἂν ῥίψῃ τὸν σπόρον, ἐκεῖ ἡ γῆ καρποφορεῖ, ὅπου τὸ κλῆμα φυτεύσει ἡ ἄμπελος παραχρῆμα ἀνέρχεται, ἔνθα ἂν ῥίψῃ τὸ δίκτυον, πλῆρες ἰχθύων εὑρίσκεται. «Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.» Θαύμασον τοῦ Χριστοῦ τὴν φιλοτιμίαν ὅτι τοὺς πτωχοὺς καὶ ἀπαιδεύτους καὶ ἀγραμ μάτους καὶ ἁλιεῖς ἐκλέλεκται. Ἡ σοφία γὰρ οὐ χρῄζει συνηγόρων ἀλλ' ὑπουργῶν· οὐδεὶς γὰρ αὐτῇ παρέχει, παρ' αὐτῆς δὲ πάντες τὰ πάντα λαμβάνομεν· οὐδεὶς γὰρ δανείζει τῷ πλουσίῳ, πάντες γὰρ παρ' αὐτοῦ δανειζόμεθα. Τί τοίνυν χρεία σοφῶν ἔσται ἐν τῷ κηρύγματι; ∆εῖ γὰρ γενέσθαι μωρὸν τὸν τῆς ἀληθοῦς σοφίας μεταλαμβάνειν μέλλοντα.

8 Θαύμασον τοῦ Χριστοῦ τὴν σοφίαν καὶ τῶν ἀποστόλων τὴν ἐκλογὴν μακάρισον. Οἷα ἀνθ' οἵων ἠλλάξαντο; ∆ηλοῖ γὰρ τὰ ἐχόμενα τοῦ λέγειν αὐτοῖς· «∆εῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.» Τῶν ἀρχαίων ἁπάντων ἐπιλάθεσθε, ἀρνήσασθε τοὺς γονεῖς τῆς σαρκὸς ἵνα τὸν πατέρα τὸν ἀληθινὸν ἀπο- λάβητε. Μικρὸς ὑμῖν ὁ κόσμος ἔστω ὅλος, πρὸς τὸν ποιητὴν τὸν ἑαυτοῦ κρινόμενος. «∆εῦτε ὀπίσω μου»· πρὸς γὰρ ζωὴν ὑμᾶς ἀνάγω, πρὸς τὸ φῶς χειραγωγῶ. «∆εῦτε ὀπίσω μου», ἵνα πατριάρχας προλάβητε, ἵνα πρὸ τῶν προφητῶν τὸν κλῆρον ὑπο- δέξησθε· καὶ ἔσχατοι ὄντες γενήσεσθε πρῶτοι, ἵνα οἱ περὶ τὴν ἑνδεκάτην τῶν πρωῒ ἅμα μισθωθέντων ἀνώτεροι γένησθε. «∆εῦτε ὀπίσω μου»· ἐμοὶ γὰρ ἀκολουθοῦντες βίον ἕξετε ἄπονον· χωρὶς γὰρ ἀργυρίου πλουτήσετε, χωρὶς φαρμάκων ἰατροὶ τῆς οἰκουμένης ἔσεσθε, χωρὶς ὅπλων εὑρεθήσεσθε τῶν ἐχθρῶν δυνατώτεροι. «∆εῦτε ὀπίσω μου»· «Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου», «ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια», ἐγὼ πρὸς τὸν Πατέρα χειραγωγῶ, «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνειν καὶ καταπατεῖν λέοντα καὶ δράκοντα» τοῖς ὀπίσω μου πορευομένοις δίδωμι. «Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.» Μακαρίσαι τοίνυν προσῆκεν τὴν τῶν ἀποστόλων εὐγνωμοσύνην· ὅπερ γὰρ εἶχον ἀφῆκαν, ἣν εἶχον ἀφορμὴν τοῦ βίου ταύτην ὑπερεῖδον. Ὅλος ἦν αὐτοῖς ὁ θησαυρὸς καὶ ὅλος ὁ πλοῦτος τὰ δίκτυα· τὴν γὰρ ζωὴν ἐν σαγήναις εἶχον· ἡ τῶν ἰχθύων ἄγρα τὰς ἐλπίδας τοῦ βίου ἔτρεφεν. Οἱ δὲ ἀφῆκαν καὶ ταῦτα, οὐκ εἶπον πρὸς ἑαυτούς· λήρους ἡμῖν οὗτος καὶ μύθους περιττοὺς διαλέγεται, ἁλιεῖς ἀνθρώπων καταστῆσαι ἐπαγγέλλεται. Καὶ ποῦ τοιοῦτον δί κτυον; Ποῦ σαγήνη τοιαῦτα δυναμένη θηρᾶν; Τίς δὲ λίμνη, τίς δὲ θάλασσα ἀνθρώπους ἡμῖν τοῖς δικτύοις προσφέρουσα; Τί δὲ τὸ κέρδος τῆς θήρας ἔσται; Ποῦ τὴν θήραν μετὰ τὴν θήραν χρησόμεθα; Ἀλλὰ τῷ καλοῦντι προσέχοντες καὶ τῇ πίστει βεβαιωθέντες καὶ τὸν λόγον ἔχειν τι νενοηκότες ἀπόκρυφον, ἠκολούθησαν αὐτῷ· καὶ παραχρῆμα τῆς γῆς ἄνω γεγόνασι καὶ βασιλέων ὤφθησαν ἐνδοξότεροι, ἀγγέλων ὅμοιοι, λειτουργοὶ θεοῦ, σωτηρίας κήρυκες, ἀθανασίας διάκονοι, ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἐκλαμπρότεροι· τούτων γὰρ ἡ δόξα οὐχ ὡς ὑπὸ τῶν οὐρανῶν ἀλλ' ὑπὲρ τῶν οὐρανῶν ἐστιν, τὸ φῶς ἔχουσιν ἄσβεστον, τὸν δρόμον ἀκατάπαυστον, τὰς ἀκτῖνας ἀειφανεῖς, ἃς ἡμεῖς ἐλλαμφθῆναι ταῖς ἡμετέραις διανοίαις εὐξώμεθα. Καὶ αὐτὸ τὸ σκότος ἐκφύγωμεν καὶ τοῦ βίου τὴν ἅλμην ἐκκλίνωμεν καὶ τὴν ἄστατον πορευόμενοι θάλασσαν τὸν κλύδωνα τῶν ψυχοφθόρων κυμάτων ἐκφύγωμεν καὶ γενώμεθα Χριστοῦ ἀγραμμάτων ἀποστόλων ἰχθύες τῆς ἄνω σαγήνης, ὄψα τῆς δεσποτικῆς τραπέζης ἣν ὁ βασιλεὺς τῶν βασιλευόντων δειπνεῖ βρῶσιν τὴν ἡμετέραν σωτηρίαν ἡγούμενος· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.