5
προσήκει. οὐ γάρ ἐστιν εἰπεῖν, ὡς ὁ σὸς πάππος καὶ βασιλεὺς ἐξ ἀνοίας ἢ ἀπειρίας τοιαῦτα προήχθη δρᾷν. ὁ παρελθὼν γὰρ χρόνος καὶ ἐμπειρίαν πολλὴν καὶ φρονήσεως αὐτῷ μέγεθος 1.19 μαρτυρεῖ· ἀλλ' εἰ μὴ πρότερον ὃν μέλλει τῷ τῆς ἁλουργίδος ἄνθει κοσμήσειν, κατέστησεν ἐν βεβαίῳ, οὐκ ἂν ἀπεστέρει σὲ ταύτης ἀναφανδόν. τὸ γὰρ σὲ μὲν ἐκβαλεῖν τῶν ὅρκων, ἀντεισαγαγεῖν δὲ ὃν ἂν αὐτὸς καταστήσῃ, οὐδὲν ἄλλο δύνασθαί μοι δοκεῖ. δεῖ δή σε βουλεύσασθαι περὶ τοῦ πράγματος συνετῶς· οὐ γὰρ περὶ μικρῶν καὶ εὐκαταφρονήτων βουλεύσῃ, ἀλλ' ἢ καλῶς ζῆν, ἢ μὴ ἀτίμως ἀποθανεῖν· ἐγὼ δ' ἐμαυτὸν παρέξω σοι προθυμότατον πρὸς ἅπαν τὸ προσταττόμενον, ἑτοίμως ἔχοντα μὴ πράγματα μόνον καὶ κτήματα, ἀλλὰ καὶ αὐτὴν ζωὴν ὑπὲρ τῆς σῆς προέσθαι τιμῆς.» Τούτων τῶν λόγων ἀκούσας ὁ βασιλεὺς, «τῆς μὲν εἰς ἐμέ σου φιλίας ἕνεκα καὶ προθυμίας ὁμολογῶ σοι χάριν» ἔφη «πολλήν· ἐπεὶ δ' ὁ μέγας δομέστικος ὁ Καντακουζηνὸς Ἰωάννης καὶ σοὶ μὲν οἰκείως διάκειται πάνυ καὶ φιλικῶς, ἐμοὶ δὲ συνδέδεται δεσμοῖς φιλίας ἀῤῥήκτοις, ἐκ βρεφικῆς ἡλικίας ἄχρι καὶ δεῦρο συνηυξημένης ἡμῖν καὶ εἰς βάθος προκοψάσης τοσοῦτον, ὡς δοκεῖν τὴν μὲν ἐμὴν ψυχὴν τὸ ἐκείνου σῶμα κινεῖν, τὴν δ' ἐκείνου ψυχὴν ἐν ἐμοὶ κινεῖσθαι καὶ ταῦτα καὶ λέγειν καὶ πράττειν ἅπερ ἂν ἐγὼ βούλωμαι, καὶ τρόπον τινὰ τὰς ἀμφοτέρων ψυχὰς συντακείσας εἰς μίαν ἀμφότερα τὰ σώματα κινεῖν· ἐπεὶ τοίνυν συμφυῶς οὕτως ἔχομεν πρὸς ἀλλήλους, οὐκ ἀνεκτὸν ἡγοῦμαι μόνος τι βουλεύσασθαι περὶ ἐμαυτοῦ, κἂν ἐν ἐσχάτοις κινδύνοις συμβαίνῃ περιπεσεῖν. ἀλλ' ἐπεὶ σὺ πρὸς Θρᾴκην ἀπέρχῃ τῆς ἐκείνου διάδοχος ἐσόμενος ἀρχῆς, γράμματα πρὸς αὐ 1.20 τὸν λαβὼν τῆς ἐμῆς χειρὸς, ὡς ἂν πιστεύσῃ πρὸς λόγους σοι συνελθεῖν, ἄλλως γὰρ οὐ θαῤῥήσειεν ἂν, ταῦτ' ἐπίδος αὐτῷ· καὶ συνελθόντων ὑμῶν εἰς ἓν καὶ βουλευσαμένων περὶ τῶν προκειμένων, ἅπερ ἂν ὑμῖν δόξῃ λυσιτελῆ καὶ ὠφέλιμα, ταῦτ' ἔσται συνδοκοῦντα κἀμοί. πέπεισμαι γὰρ ἀκριβῶς, ὡς, εἰ μὴ θεὸς οἷς οἶδε τρόποις τὴν ὑμῶν σφήλειε γνῶσιν, οὐκ ἂν ἁμάρτοι τοῦ καλοῦ καὶ λυσιτελοῦντος καὶ ὠφελίμου, καὶ φρονήσεως ὀξείας ἕνεκα καὶ πείρας πραγμάτων πολιτικῶν καὶ τῆς περὶ ἐμὲ φιλίας ἄκρας καὶ συναφείας.» τούτων οὕτω ῥηθέντων, τὰ γράμματα λαβὼν ἐκ βασιλέως ὁ Συργιάννης ἐχώρει πρὸς Θρᾴκην· ἔνθα δὴ τῷ μεγάλῳ συγγενόμενος δομεστίκῳ, καὶ τά τε συμβάντα γνωρίσας αὐτῷ, καὶ τὰ τοῦ βασιλέως γράμματα ἐγχειρίσας, ἐβουλεύοντο περὶ τῶν παρόντων, καὶ δύο καὶ τρισὶν ἐφεξῆς ἡμέραις. καὶ ποικίλης καὶ πολυειδοῦς τῆς βουλῆς γενομένης, ἐπεὶ περὶ τῶν μεγίστων ἦν ὁ ἀγών· καὶ πολλῶν ῥηθέντων παρ' ἀμφοτέρων, ἐπεὶ καὶ φρονήσεως ἕνεκα καὶ πείρας στρατηγικῆς τοῖς μάλιστα πρώτοις τῶν Ῥωμαίων συνημιλλῶντο· τέλος ὁ μέγας δομέστικος εἶπε τοιάδε· γʹ. «Πολλῶν ἂν ἠλλαξάμην πραγμάτων, ὦ βέλτιστε φίλων, ἢ μᾶλλον καὶ αὐτῆς τῆς ζωῆς οὐκ ὀλίγου μέρους τινὸς, μὴ τὴν βουλὴν ἡμῖν περὶ πραγμάτων προκεῖσθαι τοιούτων, ὥστ' ἀμφοτέρωθεν ἔχειν τὸ ἐπικίνδυνον οὐκ ὀλίγον, ὅπως ἂν ἀποβαίη. ἐπὶ μὲν γὰρ τῶν ἄλλων πραγμάτων βουλευομένοις ἐστὶ συνάγειν ἐκ λογισμῶν, ὡς, ὡδὶ μὲν ἀπαντησάντων, σχήσει κα 1.21 λῶς, μὴ οὕτω δὲ, τοὐναντίον ἅπαν ἂν ἀποβαίη· ἐφ' οὗ δὲ νῦν βουλευόμεθα, εἰ μὲν νικήσει τὰ χείρω, τῆς ζωῆς ἐστιν ἐκπεσεῖν· εἰ δὲ τὰ δοκοῦντα βελτίω γένηται κρείττω, κακῶν ἐσμὸν προσδοκᾷν ἀνάγκη. τοῦ βασιλέως γὰρ ἡμῶν τοιαῦτα βουλευομένου περὶ τοῦ ἐγγόνου καὶ βασιλέως, εἰ μὲν εἰς πέρας ἔλθῃ τὰ μελετώμενα, οὐδεμίαν ὑπερβολὴν ἐλλείψει κακῶν. ἄνθρωπον γὰρ πολλῶν ἀντάξιον ἄλλων, φρονήσει μὲν τοῖς πρώτοις τῶν πρωτείων ἀμφισβητοῦντα, ἀνδρίᾳ δὲ ψυχῆς πολλῷ τῷ μέσῳ τοὺς ἄλλους ὑπερνικῶντα, ἐλευθερίᾳ δὲ γνώμης καὶ φύσεως ἐπιτηδειότητι τῷ τοσούτῳ μεγέθει προσήκοντα τῆς ἀρχῆς, φιλίας δὲ εἰδότα καὶ τηροῦντα θεσμοὺς, ὅλως δὲ κοινὸν ἄγαλμα τῆς φύσεως ὄντα, οὕτως ἐρήμην ἐπὶ τοῖς μεγίστοις ἁλῶναι συμβαίνει, καὶ ἢ ζῆν παντὸς θανάτου βαρυτέραν ζωὴν, ὁ χθὲς καὶ πρώην ὡς βασιλεὺς καὶ προσκυνούμενος καὶ τιμώμενος, σήμερον καταφρονούμενος καὶ