5
κηρύγματι, καὶ οπως ἐν τῷ Βυζαντίῳ πόλιν ἑαυτῷ ἐπώνυμον ᾠκοδόμησε, Νέαν ̔Ρώμην ὀνομάσας αὐτήν, καὶ τὴν βασιλείαν ἐκ τῆς πρεσβυτέρας ̔Ρώμης εἰς ταύτην μετήνεγκε· καὶ τίνες μετ' ἐκεῖνον ἐν αὐτῇ ἐβασίλευσαν, καὶ οιος εκαστος ην τοὺς τρόπους, ἀλλὰ μὴν καὶ τὸ σέβας, καὶ οσον ἐκράτησε τῆς ἀρχῆς, καὶ οπως μετήλλαξε τὴν ζωήν· τίνες τε τῆς ἐν Κωνσταντινουπόλει προέστησαν ἐκκλησίας, καὶ ἐφ' 1.11 οσον εκαστος, καὶ τίνες αὐτῶν τοῦ ὀρθοῦ ἀντείχοντο δόγματος, τίνες δὲ γεγόνασιν ἑτερόδοξοι, καὶ οπως τῶν τῇδε μετελήλυθεν εκαστος· καὶ ἐπὶ τίνων αὐτοκρατόρων καὶ πατριαρχῶν καὶ κατὰ τίνων αἱ σύνοδοι συγκεκρότηνται. ουτω τε κατιὼν ὁ λόγος μέχρι τῶν καθ' ἡμᾶς γεγονότων αὐτοκρατόρων, περαίνει τὴν συγγραφήν, πολλῶν ἐν τῷ μέσῳ καὶ ἀποκρύφων αλλων μεμνημένος ἱστοριῶν. ἀρκτέον δέ μοι τῆς συγγραφῆς ἀρχὴν ταύτης ποιουμένῳ τὴν πρώτην ἀρχὴν τὴν τῶν ολων αἰτίαν τὴν αναρχόν τε καὶ αχρονον, καὶ τῶν ὑπ' ἐκείνης παραχθέντων ἐκ τοῦ μὴ οντος εἰς ὑπόστασιν καὶ οὐσίωσιν τήν τε παραγωγὴν καὶ τὴν γένεσιν. 1.12 ΑΡΧΗ ΤΟΥ ΠΡΩΤΟΥ ΒΙΒΛΙΟΥ ΑΡΧΟΜΕΝΟΥ ΑΠ' ΑΡΧΗΣ ΤΗΣ ΚΟΣΜΟΠΟΙΙΑΣ. Θεός ἐστι μὲν ἀνενδεὴς φύσις, αὐτὴ ἑαυτῇ αὐτάρκης εἰς δόξαν καὶ εἰς κατάληψιν, ουτε τῆς παρ' ἑτέρων δεομένη δόξης ουθ' ἑτέρῳ καταληπτή, εἰ μή τις φαίη καταληπτὸν ειναι τὸ απειρον αὐτῆς καὶ τὸ ἀκατάληπτον. θεὸν δὲ λέγων πατέρα φημὶ καὶ υἱὸν καὶ τὸ πνεῦμα τὸ αγιον, α ἡ θεότης κατὰ τὸν μέγαν πατέρα τὸν θεολόγον Γρηγόριον. ουτω δ' εχον τὸ θεῖον πρῶτον μὲν τὰς ἀγγελικὰς οὐσιοῖ δυνάμεις καὶ οὐρανίους λειτουργούς τε καὶ ὑμνῳδοὺς τῆς ανω λαμπρότητος, οὐχ ὡς τούτων δεόμενον, ἀλλ' ινα μὴ τῇ ἑαυτοῦ μόνον θεωρίᾳ κινοῖτο, χεθῇ δὲ καὶ ὁδεύσῃ τὸ ἀγαθόν, καὶ ἡ εὐεργεσία χωρήσῃ πρὸς πλείονας· τοῦτο γὰρ τῆς ακρας ην ἀγαθότητος· ειτα καὶ τόνδε τὸν κόσμον ὑφίστησι τὸν ὑλικὸν καὶ ὁρώμενον. καὶ ἐν ἀρχῇ μὲν ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. τῆς γῆς δὲ ἀορασίᾳ καλυπτομένης, ἐπεὶ καὶ σκότος ην καὶ υδωρ αὐτῆ ἐπεπόλαζε, τὸ φῶς παρήγαγεν ὁ θεός. καὶ διεχώρισε τὸ φῶς καὶ τὸ σκότος, καὶ τὸ μὲν φῶς ἡμέραν ἐκάλεσε, τὸ δὲ σκότος νύκτα ὠνόμασεν· ου τῇ ἀρχῇ ἑσπέραν, πρωὶ δὲ τῇ πρώτῃ 1.13 φαύσει τῆς ἡμέρας ονομα εθετο. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωὶ ἡμέρα μία. Οιδα μὲν ουν ἐν τῇ Λεπτῇ Γενέσει γεγραμμένον ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ καὶ αἱ οὐράνιοι δυνάμεις πρὸ τῶν αλλων ὑπέστησαν παρὰ τοῦ τῶν ολων δημιουργοῦ, ἀλλ' οτι μὴ ταῖς παρὰ τῶν θείων πατέρων ἐγκεκριμέναις βίβλοις τῆς ̔Εβραϊκῆς σοφίας καὶ ἡ Λεπτὴ αυτη συνηρίθμηται Γένεσις, οὐδέν τι τῶν ἐν ἐκείνῃ γεγραμμένων λογίζομαι βέβαιον, οὐδὲ τῷ λόγῳ συντίθεμαι. Ειτα τὸ στερέωμα ὑπεστήσατο, ἐν μέσῳ τῶν ὑδάτων διατείνας αὐτό, ωστε τὰ μὲν ανω αὐτοῦ ἐναποληφθῆναι, τὰ δὲ κάτω περικεχύσθαι τῇ γῇ. στερέωμα δ' ἐκλήθη οτι στεγανὸν τὸ σῶμα τούτου, καὶ οὐ λεπτὴν οὐδ' ἀραιὰν τὴν φύσιν εχει κατὰ τὰ υδατα, ἐξ ων τὴν σύστασιν εσχηκεν· ο καὶ οὐρανὸς ὠνομάσθη. ταῦτα ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐγένετο. ἐν δὲ τῇ τρίτῃ τὸ υδωρ τὸ τῆς γῆς απαν καλύπτον πρόσωπον ἐκέλευσεν ὁ θεὸς συναχθῆναι, καὶ ὀφθῆναι τὴν ξηράν. καὶ ὁ λόγος εργον ἐγένετο καὶ κοιλότητες βαθεῖαι γενόμεναι τὰ υδατα εἰσεδέξαντο. καὶ τὴν μὲν γῆν ξηρὰν κατωνόμασε, θαλάσσας δὲ τὰ τῶν ὑδάτων συστήματα. κατὰ ταύτην δὲ τὴν ἡμέραν φυτά τε γῆθεν ἀνεδόθη καὶ σπέρματα. εδει γὰρ ακοσμον ουσαν τὴν γῆν κοσμηθῆναι ταῖς πόαις καὶ τοῖς μυρίοις βλαστήμασι καὶ τοῖς ανθεσι καὶ τοῖς παντοίοις καρποῖς καὶ τῶν δένδρων ταῖς χάρισιν. ἡ δὲ τετάρτη ἡμέρα τὴν τῶν φωστήρων εσχηκε γένεσιν, ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων. καὶ τούτοις τὸν οὐρανὸν ὁ δημιουργὸς κατηγλάϊσε, καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν παραχθὲν φῶς τοῖς φωστῆρσι τούτοις ἐνέθετο, κινήσεις αὐτοῖς ἐπιτολάς τε καὶ δρόμους καὶ καταδύσεις δια1.14 ταξάμενος, ινα τε φωτίζοιτο δι' αὐτῶν τὸ περίγειον καὶ ὁ χρόνος ἀπαριθμοῖτο ταῖς τούτων ἀνατολαῖς καὶ ταῖς δύσεσι, καὶ σημεῖα παρέχοιντο δι' αὐτῶν τοῖς εὐθύτατα ταῖς αὐτῶν προσέχουσι φαύσεσι καὶ μὴ περιεργότερον