5
εὐτελῶν δεῖ καταφρονεῖν. ̓Αγροιλῆθεν. ̓Αγροίλοι δῆμός ἐστι φυλῆς τῆς ̓Ερεχθηΐδος· ὁ δὲ δημότης πάλαι ἐλέγετο ἀγροιλεύς. ̓Αγροιώτησ. ὁ γεωργικὸς λεώς. Αγραυλοι. οἱ ἐν ἀγρῷ διανυκτερεύοντες η αὐλιζόμενοι. ̓Αγοραῖοσ προπερισπωμένως, οἱ ἐν ἀγορᾷ ἀναστρεφόμενοι ανθρωποι. ̓Αγόραιοσ δὲ, προπαροξυτόνως, ἡ ἡμέρα, ἐν ῃ ἡ ἀγορὰ τελεῖται. ̓Αγωγεύσ. ὁ ἐνάγων τὴν δίκην, ὁ διώκων. καὶ ἀγωγεὺς ὁ λῶρος. καὶ ἀγωγεῖ τῷ ἱμάντι, ἐν ῳ αγεται ιππος. ̓Αγωγόν. ἐπακτικόν. καὶ Πισίδης· πρὸς τοὺς ἀγωγοὺς ἐτράπη τοῦ Τίγριδος. ̓Αγωγούσ. προπομπούς. ̓Αγωνοθέτησ. ὁ ἐν τοῖς σκηνικοῖς. ἀθλοθέτης, ὁ ἐν τοῖς γυμνικοῖς. ̓Αγρέμιοσ. ὁ ἀπὸ τῆς αγρας. ̓Αγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑράμενος. alpha.20 ̓Αγριόθυμοσ. τὴν ψυχὴν αγριος. οἱ δὲ ἐλέφαντι ἀνέτρεχον καὶ ἐβόων ἀγριαίνοντες. Αγριπποσ. ἡ ἀγριέλαια. καὶ παροιμία· ἀγρίππου ἀκαρπότερος. ̓Αγρότασ. ἀγροίκους. ἀλλ' ὡς πάροινος ἀγρότης ἀνεκρίθης. Αγρικοσ. ὀργίλος· φιλόδικος· εἰς ὀργὴν ευκολος. ̓Αγροιότησ. ὁ γεωργικὸς λαὸς ὁ ἐν ἀγορᾷ. ̓Αγυιαί. αμφοδα· ῥύμαι· η ἐπιμήκεις ὁδοί. παρὰ τὸ μὴ εχειν πως γυῖα καὶ μέλη καὶ κάμψεις· τὰ δὲ αμφοδα εχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν. ̓Αγυιᾶσ δὲ ενιοι μὲν ὀξύνουσι, θηλυκῶς χρώμενοι οιον τὰς ὁδούς· βέλτιον δὲ περισπᾷν, ὡς ἀπὸ τοῦ ἀγυιέας, ἐν συναλοιφῇ δὲ ἀγυιᾶς. εστι δὲ ιδιον ∆ωριέων. ειεν δ' αν οἱ παρὰ ̓Αττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοί· ὡς Σοφοκλῆς μετάγων τὰ ̓Αθηναίων εθη εἰς Τροίαν φησί· λάμπαδ' ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ Σμύρνης σταλαγμοὺς βαρβάρους εὐοσμίας. καὶ ἀγυιεὺς ὁ πρὸ τῶν αὐλίων θυρῶν κωνοειδὴς κίων, ἱερὸς ̓Απόλλωνος, καὶ αὐτὸς θεός. Φερεκράτης κραπατάλοις· ω δέσποτα ἀγυιεῦ, ταῦτα σὺ μέμνησό μου. alpha.21 † ̓Αγυιεύσ. κίων εἰς ὀξὺ λήγων, ον ἱστῶσι πρὸ τῶν θυρῶν.† † ̓Αγυρισμόσ. συναριθμός. ὁ δὲ ἐσπούδασεν εἰς τὸ δυνατὸν εἰς ἀγυρισμὸν τῆς ἀποῤῥήτου τῶν θείων θεραπείας.† ̓Αγυρμόσ. ἐκκλησία· συναγωγή. ̓Αγύῤῥιος τὸν Προνόμου πώγων' εχων λέληθεν. ὁ ̓Αγύῤῥιος στρατηγὸς θηλυδριώδης, αρξας ἐν Λήμνῳ· ος τῶν ποιητῶν τὸν μισθὸν συνέτεμεν. ὁ δὲ Πρόνομος αὐλητὴς ην πώγωνα μέγαν εχων. Αγχαυροσ. ὁ παχνώδης ομβρος παρὰ τὸ πλησίαν εχειν τὴν αυραν. Ομηρος· -αυρη δὲ ψυχρὴ πνέεν ἠῶθι πρό. ̓Αγχεῖοσ. ὁ πλησίον. ̓Αγχείσιοσ. ὁ τοῦ ̓Αγχείσου. ̓Αγχιβαθήσ. ὁ ἐγγὺς βάθους. ̓Αγχιστεῖς καὶ ἀγχισταί. οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος· οἱ δὲ εξω τούτων συγγενεῖς μόνον. οἱ δὲ κατ' ἐπιγαμίαν ζευχθέντες τοῖς οικοις οἰκεῖοι λέγονται. ̓Αγχιτέρμων. ὁ γείτων. alpha.22 ̓Αγχότεροσ. ἐγγύτερος. ̔Ηρόδοτος· στεινοτέρη ἐφαίνετο καὶ ἀγχοτέρη ἡ εἰσβολή. ̓Αγχούροισ. πλησιοχώροις. ̓Αγγελιοφόροσ. ὁ πρέσβυς η ὁ ἐκ διαδοχῆς γραμματοφόρος. ̓Αγορηταί. σύμβουλοι· φρόνιμοι. δημηγόροι. ̓Αγρονόμοι. οἱ ἐν ἀγρῷ διάγοντες. ̓Αγχιμάχοισ. τοῖς ἐγγὺς μαχομένοις. ̓Αγκυλομήτησ. ὁ σκολιὰ βουλευόμενος. ̓Αγένειοσ. μειράκιον. ̓Αγεννήσ. ανανδρος. ̓Αγαπησμόσ. ἡ φιλοφροσύνη. ̓Αγάστονοσ. ὁ πολυστένακτος. ̓Αγέραστοσ. ὁ ατιμος. ̓Αγκυλοτόξουσ. ἐπικαμπῆ τόξα εχοντας. ̓Αγκωνίσκοι. σκεύη τιμωρητικά. ̓Αγχιμαχηταί. οἱ συστάδην μαχόμενοι. ̓Αγχίστροφοσ. ὁ εὐπερίστροφος. ̓Αγηνορίδησ. ὁ αὐθάδης. ̓Αγαστόρων. τῶν ὁμογαστόρων· τῶν ἀδελφῶν. ουτως Λυκόφρων. ̓Αγλαόκοιτοσ. ὁ πάνυ τίμιος. ̓Αγνῦθεσ. οἱ λίθοι τοῦ ἱστοῦ. alpha.23 ̓Αγροῖκοσ. ὁ ἀμαθής. Αγροικος ὁ ἐν τῷ ἀγρῷ αὐλιζόμενοσ. Αγγαροσ. ὁ αγγελος ουτως ὁ Ψελλός. ̓Αγωγεύσ. τὸ σχοινίον. Αγκονεσ. τὰ δοράτια. Αγκουροσ. τὸ μελίπηκτον. (Θηλυκόν.) ̓Αγαθῶν ἀγαθίδεσ. τάττεται ἡ παροιμία παρὰ τοῖς κωμικοῖς ἐπὶ τῶν πολλῶν ἀγαθῶν. ̓Αγανοφροσύνη. προσήνεια· πραότης. ̓Αγανώπιδοσ. πραέα βλεπούσης. ̓Αγχίνοια. ἡ ὀξύτης τοῦ νοὸς, παραχρῆμα εὑρετικὴ τοῦ δέοντος. ̓Αγχιστῖναι. πυκναί. ̓Αγάπη. απαυστος πρόθεσις ἐπὶ τῇ φιλίᾳ τοῦ φιλουμένου, καὶ τοῦ προτιμᾷν ἑαυτοῦ ἀεὶ ἀπόντα καὶ παρόντα τὸν ἠγαπημένον· η ἡ τῶν ἀνθρώπων πρὸς ἀλλήλους συμψυχία. ̓Αγάπη θεοῦ. ἀπόθεσις πάσης ἐννοίας καὶ παντοίας πρὸς μόνον ἀτενίζουσα καὶ ἐκεῖ ἀσχολουμένη. ̓Αγνώπιδοσ. εὐοφθάλμου. alpha.24