τῶν πάντων εἰρηκότος ὁ πρεσβύτατος τῶν κατ' αὐτοὺς ἁπάν των Θαλῆς ἀρχὴν τῶν ὄντων ὕδωρ εἶναι λέγει· ἐξ ὕδατος γάρ φησι τὰ πάντα εἶναι καὶ εἰς ὕδωρ ἀναλύεσθαι τὰ πάντα. Στοχάζεται δὲ πρῶτον μὲν ἀπὸ τοῦ πάντων τῶν ζώων τὴν γο νήν, ἀρχὴν οὖσαν, ὑγρὰν εἶναι· δεύτερον δὲ ὅτι πάντα τὰ φυτὰ ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ τοῦ ὑγροῦ ξηραίνεται. Eἶθ', ὥσπερ μὴ ἀρκούμενος οἷς στοχάζεται, καὶ τὸν Ὅμηρον ὡς ἀξιόπιστον μαρτύρεται οὕτως λέγοντα· Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται. Πῶς οὖν οὐκ εἰκότως ὁ Θαλῆς πρὸς αὐτὸν φήσει· ∆ι' ἣν αἰτίαν, ὦ Ἀριστότελες, τὰς μὲν Πλάτωνος ἀναιρεῖν ἐθέ λων δόξας, ὡς ἀληθεύοντι προσέχεις Ὁμήρῳ, ἡμῶν δὲ τὴν ἐναντίαν ἀποφηνάμενος δόξαν οὐκ ἀληθεύειν Ὅμηρον οἴει; Ὅτι τοίνυν οἱ σφόδρα θαυμαστοὶ καθ' ὑμᾶς σοφοὶ οὐδ' ἐν τοῖς ἄλλοις συμφωνοῦντες φαίνονται, καὶ ἀπὸ τούτων γνῶναι ·ᾴδιον. Τοῦ γὰρ Πλάτωνος τρεῖς ἀρχὰς τοῦ παντὸς εἶναι λέγοντος, θεὸν καὶ ὕλην καὶ εἶδος (θεὸν μὲν τὸν πάν των ποιητήν, ὕλην δὲ τὴν ὑποκειμένην τῇ πρώτῃ τῶν γενο μένων γενέσει καὶ τὴν πρόφασιν αὐτῷ τῆς δημιουργίας παρέ χουσαν, εἶδος δὲ τὸ ἑκάστου τῶν γινομένων παράδειγμα), Ἀρι στοτέλης τοῦ μὲν εἴδους ὡς ἀρχῆς οὐδαμῶς μέμνηται, δύο δὲ ἀρχάς, θεὸν καὶ ὕλην, εἶναί φησι. Καὶ αὖθις τοῦ Πλάτωνος ἐν τῇ πρώτῃ τοῦ ἀνωτάτω οὐρανοῦ ἀπλανεῖ σφαίρᾳ τόν τε πρῶτον θεὸν καὶ τὰς εἰδέας εἶναι λέγοντος, Ἀριστοτέλης μετὰ τὸν πρῶτον θεὸν οὐ τὰς εἰδέας ἀλλά τινας νοητοὺς θεοὺς εἶναι λέγει. Oὕτω μὲν οὖν περὶ τῶν ἐν οὐρανοῖς πρὸς ἀλλή λους διαφέρονται πραγμάτων. Ὥστε εἰδέναι προσήκει ὅτι οἱ μηδὲ τὰ παρ' ἡμῖν ἐνταῦθα γνῶναι δυνηθέντες, ἀλλὰ καὶ περὶ τούτων πρὸς ἀλλήλους διενεχθέντες, οὐκ ἀξιόπιστοι φα νήσονται περὶ τῶν ἐν οὐρανοῖς διηγούμενοι. Ὅτι τοίνυν οὐδὲ ὁ περὶ τῆς ἐνταῦθα ἀνθρωπίνης ψυχῆς αὐτοῖς συμφωνήσει λό γος, δῆλον ἀπὸ τῶν ὑφ' ἑκατέρου αὐτῶν περὶ αὐτῆς λεχθέντων. Πλάτων μὲν γὰρ τριμερῆ αὐτὴν εἶναί φησι, καὶ τὸ μὲν λογι κὸν αὐτῆς, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικὸν εἶναι λέγει· Ἀριστοτέλης δὲ οὐ κοινοτέραν τὴν ψυχὴν εἶναί φησιν, ἐν ᾧ περιείληπται καὶ τὰ φθαρτὰ μόρια, ἀλλὰ τὸ λογικὸν μόνον. Καὶ ὁ μὲν Πλάτων Ψυχὴ πᾶσα ἀθάνατος κέκραγε λέγων· Ἀριστοτέλης δέ, ἐντελέχειαν αὐτὴν ὀνομάζων, οὐκ ἀθάνατον ἀλλὰ θνητὴν αὐτὴν εἶναι βούλεται. Καὶ ὁ μὲν ἀεικίνητον αὐτὴν εἶναι λέγει· Ἀριστοτέλης δὲ ἀκίνητον αὐτὴν εἶναί φησιν, ἁπάσης κινήσεως προηγουμένην. Ἀλλ' ἐν τούτοις μὲν ὑπεναντία φρονοῦντες ἀλλήλοις ἐλέγχονται. Eἰ δέ τις ἀκριβῶς τὰ κατ' αὐτοὺς σκοπεῖν ἐθέ λοι, οὐδὲ ταῖς ἑαυτῶν δόξαις ἐμμένειν προῄρηνται. Ὁ γοῦν Πλάτων ποτὲ μὲν τρεῖς ἀρχὰς τοῦ παντὸς εἶναι λέγει, θεὸν καὶ ὕλην καὶ εἶδος, ποτὲ δὲ τέσσαρας· προστίθησι γὰρ καὶ τὴν καθόλου ψυχήν. Καὶ αὖθις τὴν ὕλην ἀγένητον πρότερον εἰρηκὼς ὕστερον γενητὴν αὐτὴν εἶναι λέγει· καὶ τῷ εἴδει δὲ ἀρχὴν ἰδίαν πρότερον δεδωκώς, καὶ καθ' ἑαυτὸ οὐσιῶσθαι