παρουσίᾳ αὑτῆς καὶ τῇ ἀπουσίᾳ, ἔσονται ἄρα αἱ ἀρχαὶ ὑπ' ἀλλήλων γιγνόμεναί τε καὶ ἀναιρούμεναι καὶ οὐκ ἀΐδιοι· τὸ γὰρ ἀΐδιον παρουσίας τινὸς καὶ ἀπουσίας οὐ χρῄζει πρὸς τὸ εἶναι. Eἰ τῇ παρουσίᾳ καὶ ἀπουσίᾳ τῶν ἐναντίων γίνεται τῶν ἀρχῶν ἡ μεταβολή, δῆλον ὅτι γίνεται ἡ μεταβολὴ ἐκ τοῦ εἶναι αὐτὰς ἀρχάς. Πῶς οὖν δύνανται μένειν ἀρχαί, αἱ ἀποβεβλη κυῖαι τὸ εἶναι ἀρχαί; Eἰ ἡ ἀρχὴ ἀρχὴν ἔχουσα οὐκ ἔστιν ἀρχή, πῶς ἡ ὕλη, τοῦ μὲν εἶναι ἀρχὴν ἔχουσα τὸ εἶδος, τοῦ δὲ μὴ εἶναι τὴν στέρησιν, δύναται εἶναι ἀρχή; Τὸ φύσιν ὀνομάζειν τὸ ὑποκείμενον τῇ στερήσει, τὸ μήτε οὐσία ὂν μήτε τόδε τι μήτε ὄν, πῶς οὐκ ἔστι περιττόν; Eἰ ἀρχαὶ οὔτε ἐξ ἄλλων εἰσὶν οὔτε ἐξ ἀλλήλων, ἔστι δὲ ἐκ τῆς ἀπουσίας τοῦ εἴ δους ἡ στέρησις καὶ ἐκ τῆς ἀπουσίας τῆς στερήσεως τὸ εἶ δος, πῶς οὐκ εἰσὶν ἐξ ἀλλήλων ἀρχαί, τό τε εἶδος καὶ ἡ στέρησις; Τῇ γὰρ ἀπουσίᾳ ἀλλήλων ποιητικαὶ ἀλλήλων. Eἰ ὃν ἔχει λόγον ὁ χαλκὸς πρὸς τὸν μέλλοντα ἐξ αὐτοῦ γίνεσθαι ἀνδριάντα, τοῦτον ἔχει ἡ ὕλη πρὸς τὴν οὐσίαν καὶ τὸ τόδε τι καὶ τὸ ὄν, πῶς ὁ μὲν χαλκός, ἐὰν μὴ ᾖ οὐσία καὶ τόδε τι καὶ ὄν, λόγον ἔχειν πρὸς τὸν ἀνδριάντα οὐ δύ ναται, ἡ δὲ ὕλη, μήτε οὐσία οὖσα μήτε τόδε τι μήτε ὄν, ἀνα λογίαν ἔχειν πρὸς τὸν χαλκὸν δύναται; Eἰ πάντα τὰ ἐν συ στάσεσι τῶν φυσικῶν θεωρούμενα αἰσθήσει ἐστὶν ἐπιστητά, πῶς ἡ ὕλη, ἐξ ἧς τὰ αἰσθητά, ἀναλογίᾳ ἐστὶν ἐπιστητὴ καὶ οὐκ αἰσθήσει, ἢ πῶς ὅλως ἐκ μὴ αἰσθητοῦ δυνατὸν γενέσθαι τὰ αἰσθητά; Eἰ τόδε τί ἐστι καὶ τὸ μίαν ἀρχὴν εἶναι, πῶς ἡ ὕλη τὸ μὲν εἶναι μίαν ἀρχὴν ἔχει, τὸ δὲ εἶναι αὐτὴν τόδε τι οὐκ ἔχει; Καὶ εἰ τὸ εἶναι τόδε τι καὶ τὸ τόδε τι μὴ εἶναι οὐσία ἐστί, πῶς ἡ ὕλη τὸ μὲν τόδε τι μὴ εἶναί ἐστιν, οὐσία δὲ οὐκ ἔστι; Πῶς δὲ δύναταί τις ἐκβάλλειν τὴν ὕλην τοῦ εἶναι ἕν, ὁ διελὼν αὐτὴν εἰς δύο εἴδη, εἴς τε τὸ ὑποκεί μενον τῷ γιγνομένῳ καὶ εἰς τὸ ἀντικείμενον; Eἰ οὔπω δῆλον ἐκ τῶν εἰρημένων, εἰ οὐσία ἐστὶ τὸ εἶδος ἢ τὸ ὑποκείμενον, πῶς ἀποφαντικῶς εἴρηκε περὶ τῆς ὕλης τὸ μὴ εἶναι αὐτὴν οὐσίαν μήτε τόδε τι μήτε ὄν; Τὸ γὰρ ὑποκείμενον εἴρηκεν εἶναι τὴν ὕλην. Ποτὲ μὲν μὴ εἶναι αὐτὴν οὐσίαν μήτε τόδε τι μήτε ὄν, ποτὲ δὲ ἄδηλον εἰ οὐσία ἐστί, πῶς οὐκ ἔστι τῶν οὐκ εἰδότων ὅ φασιν; δ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ζητήσαντες οἱ κατὰ φιλοσοφίαν πρῶτοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τὴν τῶν ὄντων ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπειρίας, καὶ φασὶν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν εἶναι γίγνεσθαι τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον εἶναι· οὔτε γὰρ τὸ ὂν γίγνε σθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐθὲν ἂν γενέσθαι (ὑποκεῖσθαι γάρ τι δεῖ). Καὶ οὕτω δὴ τὸ ἐφεξῆς συμ βαῖνον αὔξοντες οὐδὲ εἶναι πολλά φασιν ἀλλὰ μόνον αὐτὸ τὸ ὄν. Ἱκανὰ καὶ ταῦτα μαρτυρῆσαι τῇ ἀληθείᾳ τοῦ ὑφ' ἡμῶν