Ὁ αὐτὸς καὶ ἐν Ἱππολύτῳ· Ἀλλ' οὐ γὰρ ὀρθῶς ταῦτα κρίνουσιν θεοί. Καὶ ἐν τῷ Ἴωνι· Ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι Μέλει; Προσῆκε μ' οὐθέν. Ἀλλὰ χρυσέαις Πρόχοισιν, ἐλθὼν εἰς ἀποῤῥαντήρια, ∆ρόσον καθήσω. Νουθετητέος δέ μοι Φοῖβος. Τί παρέχει, παρθένους βίᾳ γαμῶν; Προδίδωσι παῖδας ἐκτεκνούμενος λάθρα, Θνήσκοντας ἀμελεῖ. Μὴ σύ γ'· ἀλλ', ἐπεὶ κρατεῖς, Ἀρετὰς δίωκε. Καὶ γάρ, ὅστις ἂν βροτῶν Κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί. Πῶς οὖν δίκαιον, τοὺς νόμους ὑμᾶς βροτοῖς Γράψαντας αὐτοὺς ἀδικίας ὀφλισκάνειν; Eἰ δ' οὐ πάρεστε, τῷ λόγῳ κεχρήσομαι· ∆ίκας βιαίων δώσετ' ἀνθρώποις γάμων, Σὺ καὶ Ποσειδῶν Ζεύς θ', ὃς οὐρανοῦ κρατεῖ, Ναοὺς τίνοντες ἀδικίας κενώσετε. Τὰς ἡδονὰς γὰρ τῆς προμηθείας πέραν Σπεύδοντες ἀδικεῖτ'. Oὐκέτ' ἀνθρώπους κακοὺς Λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ Μιμούμεθ', ἀλλὰ τοὺς διδάξαντας τάδε. Καὶ ἐν Ἀρχελάῳ· Πόλλ', ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί. Καὶ ἐν Βελλεροφόντῃ· Eἰ θεοί τι δρῶσι φαῦλον, οὐκ εἰσὶν θεοί. Καὶ πάλιν ἐν τῷ αὐτῷ· Φησίν τις εἶναι δῆτ' ἐν οὐρανῷ θεούς; Oὐκ εἰσίν, οὐκ εἴσ'· εἴ τις ἀνθρώπων λέγει, Μὴ τῷ παλαιῷ μῶρος ὢν χρήσθω λόγῳ. Σκέψασθε δ' αὐτά, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις Γνώμην ἔχοντες. Φήμ' ἐγὼ τυραννίδα Κτείνειν τε πλείστους κτημάτων τ' ἀποστερεῖν Ὅρκους τε παραβαίνοντας ἐκπορθεῖν πόλεις· Καὶ ταῦτα δρῶντες μᾶλλόν εἰσ' εὐδαίμονες Τῶν εὐσεβούντων ἡσυχῇ καθ' ἡμέραν. Πόλεις τε μικρὰς οἶδα τιμώσας θεούς, Aἳ μειζόνων κλύουσι δυσσεβεστέρων Λόγχης ἀριθμῷ πλείονος κρατούμεναι. Oἶμαι δ' ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς Eὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον, Τὰ θεῖα πυργοῦσ' αἱ κακαί τε συμφοραί. Καὶ Μένανδρος ἐν ∆ιφίλῳ· ∆ιότι τὸν ὄντα κύριον πάντων ἀεὶ Καὶ πατέρα τοῦτον διὰ τέλους τιμᾶν μόνον, Ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα. Ὁ αὐτὸς ἐν Ἁλιεῦσι· Τὸ γὰρ τρέφον με τοῦτ' ἐγὼ κρίνω θεόν. Τὸ δ' εἰθισμένον τρέφειν οὐ δεῖται τῆς παρὰ τοῦ δεομένου