ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν οἷς φησιν· Τῷ λόγῳ κυ ρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ἀλλ' οὐδὲ τῆς τοῦ πατρὸς ἐξουσίας ἐλαττοῦσθαι τὸν υἱὸν καὶ τὸ πνεῦμα παρὰ τῆς θείας γραφῆς μεμαθήκαμεν· καὶ πῶς, ἄκουε τοῦ γράμματος· Ὁ δὲ θεὸς ἡμῶν, φησίν, ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Τοῦτο περὶ τοῦ πατρὸς ὁ ∆αυΐδ φησιν. Ταύτην ὁ υἱὸς δεικνὺς ἐπὶ τοῦ λεπροῦ τὴν ἐξουσίαν· Θέλω, φησίν, καθαρίσθητι! Ταύτην ὁ μακάριος Παῦλος καὶ τῷ ἁγίῳ πνεύματι προσμαρτυρῶν τοιαῦτα γράφει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Eἰ τοίνυν ἐν τῇ τοῦ κόσμου μαθητείᾳ, ἔν τε τῇ τοῦ βαπτίσματος διδαχῇ, ἔτι γε μὴν καὶ τῷ τῆς δημιουρ γίας λόγῳ καὶ τῇ τῆς ἐξουσίας δυνάμει συνημμένως ἡμῖν τὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἓν ὄνομα παρα δέδοται, τίς ἀφαιρήσεται λόγος τὸν υἱὸν καὶ τὸ πνεῦμα μὴ τῆς θείας οὐσίας καὶ μακαρίας ὑπάρχειν; Καὶ μή τις ἡμῖν ἐνσκήψειεν, ὡς ἄλλα μὲν ὑποσχο μένοις, ἄλλα δὲ διεξελθοῦσιν, εἴπερ, τὸ τῆς οὐσίας ταὐτὸν ἐπαγγειλάμενοι δείξειν, ὅτι συντέτακται τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὰς πίστεις παρεσχόμεθα. Oὐ γὰρ ἄλλο τι τῆς συντάξεως ὁ λόγος παρίστησιν ἀλλ' ἢ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὸ τῆς οὐσίας ταὐτόν, καί μοι τὴν διαίρεσιν ἀναλαβὼν ὁ ἀντιλέγων δι' ἀκριβείας σκοπείτω· εὑρήσει γὰρ ἐκεῖ τῆς οὐσίας τὸν λόγον ἐν τῇ τάξει τῆς συναφείας πληρού μενον. Ἄνωθεν τοίνυν ἡμῖν εἰς δύο τὰ ὄντα διῄρητο, εἴς τε ἄκτιστον καὶ κτιστὴν φύσιν· καὶ τῆς μὲν ἀκτίστου τεκμήρια παρ' ἡμῶν ὡμολόγητο, δεσποτικήν τε αὐτὴν εἶναι καὶ πά σης ἀνάγκης ἐλευθέραν, ἔτι τε κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσαν καὶ δυναμένην, τῆς δὲ κτιστῆς, δουλικήν τε ἐξ ἀντιθέτου καὶ νόμοις δεσποτικοῖς ἑπομένην, ἔτι τε τὴν δια κονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένην καὶ πληροῦσαν. Oὕτω τῆς διαιρέσεως ἐχούσης, θεότητος καὶ κτίσεως μηδὲν εἶναι μέσον βεβαιούσης, πᾶν ὃ τῆς κτίσεως παρήλλακται τῇ θείᾳ οὐ παρήλλακται δηλονότι. Eἰ τοίνυν διὰ πλειόνων παρ' ἡμῶν ἐδείκνυτο τῆς μὲν κτίσεως διαλ λάττων ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἐπεὶ μηδενὶ κτιστῷ συνη ρίθμηνται, τῷ δὲ πατρὶ πανταχοῦ συνέζευκται, πῶς οὐ τῆς ἐσχάτης ἀνοίας ἐστὶν τὸ μὴ τῆς ἀκτίστου οὐσίας αὐτὰ νο μίζειν; Τῶν γὰρ δύο τὸ ἕτερον ἀναγκαίως διαπεσεῖται· δεῖ γὰρ ἢ τῆς κτιστῆς αὐτὰ ἀποδεικνύντα τῆς ἀκτίστου ἀφορί ζειν, ἢ τῆς ἀκτίστου δηλοῦντα τῆς κτιστῆς ἀναγκαίως χωρί ζειν. Ἀλλὰ καὶ τῆς κτιστῆς ἐφάνη κεχωρισμένα καὶ τῇ ἀκτίστῳ συνεζευγμένα· μέσον δὲ τούτων ὡμολογήθη μηδέν. Λειπόμενον ἂν εἴη τὸ κοινωνεῖν αὐτὰ τῆς οὐσίας ᾧ καὶ πανταχοῦ συνεζεύχθησαν. Eἰ γάρ, ὅπερ εἴρηται (καλὸν γὰρ ἀναλαβεῖν πρὸς ἐντελεστέραν ἀπόδειξιν), ἐπί τε τῆς ἐν