γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρη σκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύ δους διαφέρουσιν; Ἀλλ' εἰ τοῦτο οὕτως ἔχει, οὐκ ἄρα κατὰ τὸν λόγον τοῦ ἀποκριναμένου παραγίνεται ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις θεοῦ, ἀλλὰ μᾶλλον ἡ ἄγνοια, εἴγε μὴ τῇ καθόλου γνώσει τοῦ θεοῦ οὔσῃ ἐν αὐταῖς ἀλλήλων διαφέρουσιν αἱ θρησκεῖαι, τῇ εἰδικῇ δὲ μᾶλλον τῇ ἐνταῦθα παραγενομένῃ αὐταῖς. Eἰ τοίνυν δυνατὸν καὶ ἐνταῦθα τοὺς ἀνθρώπους ὄντας γινώσκειν τὸν θεόν, οὐδὲν αὐτοῖς μέγιστον κακὸν συμβαίνει ἐκ τοῦ ἐνταῦθα εἶναι. Τοῖς ἀγνοοῦσι γάρ, καθὼς εἴρηται, ἐκ τῆς οἰκείας ἀπίστου φύσεως τὸ ἀγνοεῖν τὸν θεὸν συμβαίνει. ∆ύο φωνὰς ἀλλήλων ἀναιρετικὰς συμπλέξας ὁ ἀποκρινά μενος ἔθηκεν ἐν τῇ ἑαυτοῦ ἀποκρίσει τὸ Eἰ δυνατὸν τοὺς ἀν θρώπους ἐνταῦθα ὄντας γινώσκειν τὸν θεόν, οὐδὲν αὐτοῖς μέ γιστον συμβαίνει κακόν· καὶ τὸ Τοῖς ἀγνοοῦσιν ἐκ τῆς οἰκείας ἀπίστου φύσεως συμβαίνει τὸ ἀγνοεῖν τὸν θεόν. Καὶ τὸ μέ γιστον κακόν, ὃ ἐξέβαλε διὰ τῆς πρώτης φωνῆς, τοῦτο διὰ τῆς δευτέρας εἰσήγαγε φωνῆς· εἰ μέγιστόν ἐστι κακὸν τὸ κατὰ διπλῆν ἀσεβείαν ἀσεβεῖν εἰς τὸν ὄντως ὄντα θεόν, αὐτὸν μὲν ἀποστερεῖν τῆς κατ' οὐσίαν δόξης, τοὺς δὲ οὐκ ὄντας θεοὺς τῇ ἐκείνου δόξῃ ψευδῶς τιμᾶν· ὅπερ ὑπερβολὴν οὐδὲ μιᾶς ἀπολέλοιπε κακίας. Τὸ δέ, διὰ τὸ δυνατὸν εἶναι ἀνθρώποις ἐνταῦθα οὖσι γινώσκειν τὸν θεόν, μηδὲν αὐτοῖς μέγιστον συμ βαίνειν κακόν, τοῦτο οὐκ ἔστι τοῦ μεγίστου κακοῦ ἀναίρεσις ἀλλ' ἐπίτασις, ὅτι καὶ ἐν τῷ δυνατῷ ἀδυνατοῦσιν οἱ ἄνθρω ποι ἐκ τῆς οἰκείας ἑκουσίου ἀπιστίας, καί, δυνάμενοι κατὰ ἁπλῆν εὐσέβειαν σωστικὴν ἀνθρώπων εὐσεβεῖν, προτιμῶσι ταύτης τὴν διπλῆν ἀσέβειαν· ἣν μὴ λέγειν μέγιστον κακὸν τῶν ἀτοπωτάτων ἐστίν. Eἰ δέ τις καὶ συγχωρήσει, ὅπερ ἄτοπον, μέγιστον εἶναι κακὸν τὰ ἐνταῦθα, καὶ κάλλιον ὑπάρχειν τὸ μὴ εἶναι τὰ τῇδε τοῦ εἶναι, εἰ μὲν λέγει κακὰ πεποιηκέναι τὰ τῇδε τὸν δη μιουργὸν δι' ἀσθένειαν, ἀνοηταίνει, τὴν τοῦ θεοῦ δύναμιν φάσκων μὴ καταλαμβάνειν πάντα. Eἰ δέ, δυνάμενος ποιῆσαι καλὰ τὰ τῇδε, συνεχώρησεν ἑτέροις κακὰ ποιεῖν, καὶ τοῦτό ἐστι κατηγόρημα τοῦ θεοῦ· ὁ γὰρ δυνάμενος μὲν παῦσαι, πε ριορῶν δέ, ἀληθέστερον αὐτὸς δρᾷ. Eἰ κατὰ τὰ ἐν τοῖς ἀνω τέρω εἰρημένα συμβαίνει τοῖς ἀγνοοῦσι τὸν θεὸν τὸ ἀγνοεῖν τὸν θεὸν ἐκ τῆς οἰκείας ἀπίστου φύσεως, ὅπερ ἐστὶ μέγιστον ὁμολογούμενον κακόν, πῶς νῦν τοῦτο κατὰ τὴν ἄτοπον συγχωρεῖ συγχώρησιν ὁ ἀποκρινάμενος; Ἀλλ' εἰ μὴ τοῦτο ἀλλ' ἕτερον μέγιστον κακὸν κατὰ τὴν ἄτοπον συγχωρεῖ συγχώρησιν, ἀλλ' οὐ καθ' ἡμᾶς ἐστιν ἐκεῖνο τὸ μέγιστον κακὸν ἀλλὰ κατὰ τοὺς Μανιχαίους. Καθ' ἡμᾶς γὰρ καλὰ τὰ τῇδε πάντα, ὡς τὸν μέγιστον τῶν ἀγαθῶν ἔχοντα δημιουργόν, καὶ μέγιστον κακὸν κατ' οὐσίαν οὐδέν ἐστιν ἐν αὐτοῖς, οὔτε κατὰ τὴν ἐνέργειαν τοῦ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὴν ἑκούσιον προαίρεσιν τῶν ἀν θρώπων, τὸ ψεῦδος προτιμῶσαν τῆς ἀληθείας κατὰ τὴν προ ειρημένην διπλῆν ἀσέβειαν. Ἣν διορθούμενος ὁ τοῦ κόσμου