Τὸ ἡμῖν καὶ τὸ ἐφ' ἡμῖν ἀλλήλων διαφέρει. Ἡμεῖς μὲν ἄῤῥενες καὶ θήλειαί ἐσμεν, ἐφ' ἡμῖν δὲ τὸ εἶναι σώφρονας ἢ πόρνους. Στεφανούμεθα οὖν ἢ κολαζόμεθα διὰ τὸ ἐφ' ἡμῖν· ἐφ' ἃ γὰρ ἡ προαίρεσις ἡμῶν ἄγει ἡμᾶς, διὰ ταῦτα ἢ στεφα νούμεθα ἢ κολαζόμεθα. Καὶ γὰρ πρὸς τὸ πράττειν δέδωκεν ἡμῖν ὁ θεὸς δυνάμεις, ἀλλὰ ταύτας ὑπέταξε τῇ ἐξουσίᾳ τῆς προαιρέσεως, καὶ πρὸς τὴν προαίρεσιν ἔχει ὁ θεὸς τὴν δίκην, κυβερνητικὴν τῶν ἐν ἡμῖν προαιρετικῶν δυνάμεων, καὶ οὐ πρὸς τὴν φύσιν. Ἐλάβομεν δὲ παρὰ τοῦ θεοῦ τοῦ πράττειν καὶ τοῦ μὴ πράττειν τὴν δύναμιν· πράττειν μὲν τὰ δίκαια, οὐ πράττειν δὲ τὰ ἄδικα. Ὅταν οὖν οὕτως πράττωμεν καὶ μὴ πράττωμεν, δικαίως στεφανούμεθα· μετατιθέντες δὲ τὸ πράτ τειν καὶ τὸ μὴ πράττειν εἰς τὸ ἀντικείμενον, δικαίως κολα ζόμεθα. Ἐρώτησις ι. Eἰ τὰ σωματικὰ περὶ τῶν ἐν Ἕλλησι θεῶν παρὰ τῶν ποιητῶν καὶ περὶ τοῦ θεοῦ παρὰ τῶν προφητῶν εἰρημένα κατ' ἀλληγορίαν ἑτέραν ἔχει τὴν νόησιν, πῶς οὐ μῦθος ἀμφότερα δείκνυται; Ἀπόκρισις. Τὰ ἀλληγορικῶς παρὰ τῶν προφητῶν περὶ τοῦ θεοῦ λε χθέντα κατ' ἀναφορὰν ἐλέχθη ἐκ τῶν φύσει εἰς τὸ οὐ φύσει, οἷον ὡς τὸ Ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας. Ἐπὶ μὲν τῶν ἀνθρώπων ὠσφράνθη κατὰ φύσιν, ἐπὶ δὲ τοῦ θεοῦ καταχρη στικῶς καὶ οὐ φύσει. Τὰ δὲ παρὰ τῶν ποιητῶν μυθικῶς περὶ τῶν θεῶν λεγόμενα οὐ λέγεται κατ' ἀναφορὰν ἐκ τῶν φύσει εἰς τὸ μὴ φύσει· οὐ γὰρ καταπίνει ἄνθρωπος ἄνθρωπον κατὰ φύσιν, ἵνα κατ' ἀναφορὰν νοήσωμεν καὶ τὸν Κρόνον καταπιόντα τὸν ∆ία· ἔστι δὲ ὁ περὶ τοῦ καταποθῆναι τὸν ∆ία μῦθος πλὴν τοῦ ψεύδους οὐκ ἔχων ἄλλο τι. Ἐρώτησις ια. Eἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχομένου κατ' οὐσίαν, ἧττον δὲ κατ' ἀξίαν, οἷον οὐρανὸς καὶ γῆ ἀγγέλων καὶ ἀνθρώπων, οἶκος οἰκούντων, σῶμά τε ψυχῆς, περιέχει δὲ τὸ πᾶν ὁ θεός, πῶς οὐκ ἔστιν ἥττων τοῦ παντὸς τῷ λόγῳ τῆς ἀναξίας; Ἀπόκρισις. Ὁ λόγος οὗτος οὐκ ἔστι καθόλου· διὸ οὔτε ὑγιῶς ἠρω τήθη. Ὧν γὰρ τὸ ἐναντίον διὰ τῶν αὐτῶν ἐνδέχεται εὑρε θῆναι, ταῦτα ὡς μὴ ἔχοντα τὸ ἀναγκαῖον οὐδὲ τὸ πιστὸν ἔχει. Ἔστι γάρ τινα περιεχόμενα ἥσσονα ὄντα τῶν περιεχόντων, καὶ τῇ οὐσίᾳ καὶ τῇ ἀξίᾳ, ὡς τὰ γίγαρτα τῶν ὀπωρῶν. Ἔτι δὲ τὰ λεχθέντα περιεκτικὰ τῷ εἶναι περιέχει τὰ περιεχόμενα· μόνος δὲ ὁ θεὸς περιέχει τῇ βουλήσει τὸ πᾶν. Καὶ τὰ μὲν ἄλλα περιέχοντα χρῄζουσι καὶ αὐτὰ τοῦ περιέχοντος· ὁ δὲ θεὸς οὐ χρῄζει τοῦ περιέχοντος αὐτόν. Καὶ τοῖς μὲν ἄλλοις περιε χομένοις τὸ εἶναι καὶ τὸ διαμένειν οὐκ ἔστιν ἐκ τῶν περιεχόν των αὐτά· τῷ δὲ παντὶ ἀμφότερα ὑπάρχει ἐκ τοῦ θεοῦ. Καὶ τὰ μὲν λεχθέντα περιεκτικὰ διὰ τὰ περιεχόμενα ὑπάρχουσιν·