ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ EΡΩΤHΣEIΣ EΛΛHΝIΚAI ΠΡOΣ ΤOΥΣ ΧΡIΣΤIAΝOΥΣ

 λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπ

 ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. ∆ύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυν

 δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ

 σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλ

 πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότη

 μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σ

 γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆ

 λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ

 ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός·

 Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ

 ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄ

 μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸ

σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων λόγοις θείαις δυνάμεσι μεμαρτυρημένοις. Ἐρώτησις. Eἰ ποιεῖ θεὸς ἢ ἐποίησεν ἢ μέλλει ποιεῖν; Καὶ εἰ ποιεῖ, μετὰ βουλῆς ἢ ἄνευ βουλῆς; Ἀπόκρισις. Ἐποίησεν ὁ θεὸς καὶ ποιεῖ καὶ ποιήσει διὰ τῆς οἰκείας βουλήσεως. Ἐποίησε γὰρ τὴν κτίσιν οὐκ οὖσαν πρότερον βουληθεὶς αὐτός, ἣν τῇ ἑαυτοῦ προνοίᾳ ἐν τῷ εἶναι διατη ρεῖ, ὅπερ ἐστὶ ποιεῖ, ἣν καὶ μέλλει ἀνακτίζειν καὶ εἰς τὴν βελτίονα ἀγαγεῖν κατάστασιν διὰ τῆς ἀνακτίσεως, ὅπερ ἐστὶ ποιήσει, ἵνα καθαρίσῃ αὐτὴν ἀπὸ πάσης ἀτοπίας τῆς ἐκ τῆς τῶν λογικῶν ·ᾳθυμίας συμβάσης αὐτῇ, οὐκ ἐκ τῆς ἐπικρίσεώς τε καὶ ἐπισκέψεως ὕστερον εὑρὼν τὸ βέλτιον, ἀλλὰ ἄνωθεν καὶ πρὸ τῆς τοῦ κόσμου ποιήσεως ἦν αὐτῷ δεδογμένον τοῦτο ποιεῖν. Oὔτε γὰρ πρὸς γνῶσιν οὔτε πρὸς δύναμιν δυνατὸν προσγενέσθαι τῷ θεῷ ὕστερον ὃ μὴ πρότερον εἶχε. ∆εῖγμα δὲ τοῦ βουλήσει τὸν θεὸν ποιεῖν τὸν κόσμον τοῦτό ἐστι, τό, δυναμένου τοῦ θεοῦ πλείονας ποιεῖν ἡλίους, οὐκ ἐποίησε πλείο νας, ἀλλ' ἕνα μόνον ἐποίησεν· ὁ γὰρ μὴ δυνάμενος πλείονας ποιῆσαι ἡλίους οὐδὲ ἕνα δύναται ποιεῖν, καὶ ὁ τὸν ἕνα ἥλιον δυνάμενος ποιῆσαι ἐξ ἀνάγκης καὶ πλείονας δύναται ποιεῖν. Πῶς οὖν οὐκ ἐποίησεν ὁ θεὸς πλείονας ἡλίους, οὓς ἐδύνατο ποιεῖν, εἰ μή τι ἄρα οὐκ ἐβούλετο πλείονας ποιεῖν ἡλίους; Eἰ δὲ οὓς οὐκ ἐποίησεν ἡλίους βουλήσει οὐκ ἐποίησε, δῆλον ἄρα ὅτι καὶ ὃν ἐποίησε βουλήσει ἐποίησε, καὶ καθάπερ τὸν ἥλιον, οὕτως καὶ τὰ λοιπὰ πάντα τὰ μέρη τῆς κτίσεως, τά τε ἄφθαρτα καὶ τὰ φθαρτά, τὰ ἐκ τῆς τοῦ θεοῦ βουλῆς τό τε εἶναι καὶ τὸ τοιάδε εἶναι ἔχοντα. Ἐρώτησις. Eἰ κάλλιον τὸ ἀσώματον τοῦ σώματος; Ἀπόκρισις. Eἰ ζωοῦται τὸ σῶμα καὶ διανοητικὸν γίνεται, οὐ σώματος ἑτέρου παρουσίᾳ ἀλλὰ τῇ τοῦ ἀσωμάτου, πῶς οὐκ ἔστι τὸ ἀσώ ματον τοῦ σώματος ὑπάρχον κάλλιον; Ἄλλο. Eἰ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους ἐστὶ πᾶσα ἡ σω ματικὴ οὐσία, καὶ οὐκ ἐκ τῆς ὕλης τὸ εἶδος ἀλλ' ἀλλαχόθεν παραγίνεται τῇ ὕλῃ, πῶς οὐκ ἔστι τὸ ἀσώματον κάλλιον τῆς ὕλης, ἐξ οὗ παραγίνεται εἰς τὴν ὕλην τὸ εἶδος; Ἄλλο. Eἰ οὐκ ἐνδέχεται γνωσθῆναι τὸ ἴσον τοῦ ἀνίσου ἀγνοουμένου, πῶς ἐνδέχεται γνωσθῆναι τὸ σῶμα τοῦ ἀσωμά του ἀγνοουμένου; Ἄλλο. Eἰ τὰ σωματικὰ πάντα ἐν σώματι μὲν ὑπάρχει εἰδωλικῶς, ἡ ψυχὴ δὲ λογικῶς, πῶς οὐκ ἔστιν ἡ ψυχὴ ἀσώ ματος; Ἄλλο. Eἰ δυνατὸν τῇ ψυχῇ κατὰ νοῦν ἐνεργεῖν, ἐνεργεῖ δὲ κατὰ νοῦν ἡ ψυχή, ὅταν χωρίζῃ ἑαυτὴν πάσης αἰσθήσεως,