1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

5

σκῆπτρα κατ' ἐκείνους τοὺς καιροὺς ἰθύνων μικρόν τινα καὶ ὡς ἐκ τοῦ παρατυχόντος φραγμὸν τῷ τῇδε περιέθηκε μέρει. 8.5 ἀφ' οὗ δὴ χρόνου καὶ μέχρι τοῦ δεῦρο τὸ αὐτὸ τοῦτο διαμεμένηκεν, οὐδέποτε τῆς ἐκεῖθεν βλάβης, ὡς ᾤετο, κἂν ἐν ὑπονοίᾳ τισὶν ἐσομένης. 8.6 εἰ γὰρ καὶ πολλοὺς πολλάκις ἀνέτλη πολέμους καὶ λίαν σφοδροτάτους ἡ πόλις, τούς τε ἐκ τῶν βαρβάρων καὶ αὐτῶν δὲ τῶν συνομορούντων Σκυθῶν, πᾶν εἶδος ἀμυντηρίων κατ' αὐτῆς ἐπινοουμένων καὶ ψάμμου δίκην τῷ πλήθει τῆς στρατιᾶς εἰσρεόντων καὶ μηδὲν ὑποφέρειν τὴν ἀπειλὴν αὐτῶν φιλονεικούντων (καὶ γὰρ ὡς ἀληθῶς ἦσαν ἀκάθεκτοι ταῖς ὁρμαῖς καὶ ποικίλῃ τινὶ πανοπλίᾳ πεφραγμένοι), 8.7 ἀλλ' ἦν ἄρα περίγειος ὥσπερ ἡ μάχη καὶ διέφευγε τὰς ἐπιβουλὰς τῷ ἀσφαλεῖ τοῦ τείχους τὴν ἔφοδον ὑπεκκλίνασα καὶ τῷ συνήθως αὐτῇ καὶ θερμῶς ὑπερμαχοῦντι, λέγω δὴ τῷ πανενδόξῳ μάρτυρι ∆ημητρίῳ, τὴν ἑαυτῆς σωτηρίαν καταπιστεύουσα. 8.8 ἐκ πολλῶν γὰρ αὐτὴν κινδύνων ὁ σωσίπατρις οὗτος ἐρρύσατο καὶ τὸ νικᾶν αὐτῇ καὶ μήπω τοῦ πολέμου πειραθείσῃ πολλάκις συμπαθῶς ἐδωρήσατο. 8.9 ἀλλὰ ταῦτα ταῖς τῶν θαυμάτων αὐτοῦ βίβλοις ἐξηγεῖσθαι παραχωρήσαντες τοῖς ἑξῆς ἡμεῖς τῶν ἤδη λεχθέντων προΐωμεν. 9.1 Ἦν οὖν ταῖς ῥηθείσαις αἰτίαις ἀνωτέρα κινδύνου παντὸς ἡ πόλις. 9.2 ἐξ ὅτου γὰρ ἡ κολυμβήθρα τοῦ θείου βαπτίσματος τὸ τῶν Σκυθῶν ἔθνος τῷ χριστωνύμῳ λαῷ συνεμόρφωσε καὶ τὸ τῆς εὐσεβείας γάλα κοινῶς ἀμφοτέροις διείλετο, πέπαυτο μὲν ἡ τῶν πολέμων στάσις, ἀνεῖτο δὲ τῆς ἐνεργείας ἡ τὰς σφαγὰς ἐπιτηδεύουσα μάχαιρα, καὶ τὰ προλεχθέντα τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶν Ἠσαΐᾳ ἐναργῶς ἐφ' ἡμῖν ἐπληροῦτο· 9.3 αἱ μάχαιραι γὰρ ἡμῶν μετῆλθον εἰς δρέπανα καὶ αἱ ζιβύνες εἰς ἄροτρα, καὶ πόλεμος ἦν οὐδαμοῦ, καὶ τὴν περίχωρον ἅπασαν εἰρήνη κατεπρυτάνευε, καὶ οὐδεμία ἦν εὐζωΐας ἀφορμὴ ἧς οὐκ εἰς κόρον ἡμεῖς ἀπελαύομεν, ἔνθεν αἱ τῆς γεωργίας ἀφθονίαι, ἐκεῖθεν αἱ τῆς ἐμπορίας χορηγίαι. 9.4 γῆ γὰρ καὶ θάλασσα λειτουργεῖν ἡμῖν ἐξ ἀρχῆς ταχθεῖσαι πλουσίαν καὶ ἀδάπανον τὴν περὶ ἕκαστον ἐδωροφόρουν. ὧν γὰρ ἦν ἐνδεῶς ἢ καὶ ἀνεπιτηδείως ἔχουσα πρὸς καρπογονίαν ἡ γῆ, τούτων παρ' ἑαυτῆς ἡ θάλασσα τὴν κτῆσιν μηχανωμένη καὶ ταῖς ὁλκάσι συνεισκομίζουσα ἀνενδεὲς τὸ λεῖπον ἐδίδου τοῖς χρῄζουσι. 9.5 τί δὲ τῶν ἁπανταχόθεν ἐπιδημούντων εἴποιμι πρῶτον, καὶ μάλιστα οἷς ἐφιλοτιμοῦντο τοὺς πολίτας ἡμᾶς, τὰ παρ' ἑαυτῶν διδόντες καὶ τὰ παρ' ἡμῶν ἀντιλαμβάνοντες; 9.6 λεωφόρου γὰρ δημοσίας τῆς πρὸς ἀνατολὴν ἀγούσης ἀπὸ τῆς δύσεως διὰ μέσου τῆσδε χωρούσης τῆς πόλεως καὶ ἀναγκαίως πειθούσης τοὺς παροδεύοντας πρὸς ἡμᾶς ἐνδιατρίβειν καὶ τὰ πρὸς τὴν χρείαν πορίζεσθαι, πᾶν ὁτιοῦν ἂν εἴποι τις τῶν καλῶν ἐξ αὐτῶν ἐκαρπούμεθά τε καὶ προσεκτώμεθα. 9.7 ἔνθεν καὶ παμμιγής τις ὄχλος ἀεὶ περιεστοίχει τὰς ἀγυιὰς τῶν τε αὐτοχθόνων καὶ τῶν ἄλλως ἐπιξενουμένων, ὡς εὐχερέστερον εἶναι ψάμμον παράλιον ἐξαριθμεῖν ἢ τοὺς τὴν ἀγορὰν διοδεύοντας καὶ τῶν συναλλαγμάτων ποιουμένους τὴν μέθοδον. 9.8 ἐντεῦθεν χρυσίου καὶ ἀργυρίου καὶ λίθων τιμίων παμπληθεῖς θησαυροὶ τοῖς πολλοῖς ἐγίνοντο, καὶ τὰ ἐκ Σηρῶν ὑφάσματα ὡς τὰ ἐξ ἐρίων τοῖς ἄλλοις ἐπινενόητο. 9.9 περὶ γὰρ τῶν ἄλλων ὑλῶν, χαλκοῦ καὶ σιδήρου κασσιτέρου τε καὶ μολύβδου καὶ ὑέλου, οἷς αἱ διὰ πυρὸς τέχναι τὸν βίον συνέχουσι, καὶ μνησθῆναι μόνον παρέλκον ἡγοῦμαι, τοσούτων ὄντων ὡς ἄλλην τινὰ δύνασθαι πόλιν δι' αὐτῶν δομεῖσθαί τε καὶ ἀπαρτίζεσθαι. 10.1 Οὕτω δὲ πανταχόθεν εὐθηνουμένη καὶ πλεονάζουσα, ταῖς τεχνικαῖς τε καλλυνομένη μεθόδοις καὶ ταῖς τῶν οἰκημάτων ὑπερηφανευομένη λαμπρότησιν, ἆρα ταῖς ἐκ νόμων παρατηρήσεσιν ἢ ταῖς περὶ τὸ πολίτευμα τάξεσιν ἢ ταῖς περὶ λόγους αὐχήσεσιν ἐφαίνετο τῶν ἄλλων ἐνδεῶς ἔχουσα; οὐμενοῦν· 10.2 ἐσπουδάζετο γὰρ αὐτῇ γνῶσις ὡς ὀφθαλμοῖς βλέψις καὶ εὐνομία ὡς ζωῆς πραγματεία. 10.3 καὶ εἶδες ἂν περὶ μηδὲν ἄλλο τὴν νεάζουσαν τῶν παίδων κήραν σχολάζουσαν ἢ περὶ λόγους, ἐξ ὧν ἐπιστῆμαι καὶ τέχναι τὸ κράτος ἔχουσι. 10.4 τὰ δὲ