5
προσγραφὴ τῶν ἀξιωμάτων λέγεται, οὐ μὴν ἡ τετράγωνος γραμμή. τὰ τῶν ἄλλων στρατευμάτων ὀνόματα ἐπὶ σανίδος ἀπεγράφετο· λέγεται δὲ παρὰ Ῥωμαίοις ματρίκιον τὸ πλατὺ καὶ παχὺ ξύλον· οἱ γὰρ ἀρχαῖοι ξύλοις καὶ φλοιοῖς καὶ φιλυρίνοις πίναξι πρὸς γραφὴν ἐκέχρηντο. ἐστὶ δὲ καὶ σανὶς φιλυρίνη, ἐφ' ἧς τὰ ῥήματα τῆς ἐλευθερίας εἴωθε γράφεσθαι. τιλία δὲ παρὰ τοῖς αὐτοῖς ἡ φιλύρα τὸ ξύλον· ὅθεν κῶδιξ τὸ βιβλίον. κῶδιξ δὲ κυρίως ὁ φιτρὸς παρ' αὐτοῖς καλεῖται, καὶ λίβερ τὸ βιβλίον. λίβερ δὲ ὁ φλοιός ἐστι κυρίως· ταῦτα καὶ ματρίκιον, καὶ ματρικαρίους τοὺς ξυλουργοὺς καλοῦσιν. ὅθεν ἔτι καὶ νῦν πρὸ τῶν ὑπάτων ἐπιφέρεται ὁ λεγόμενος τοῦ πραίτωρος σκρίβας. χρόνῳ δὲ ὕστερον ὁ Πτολεμαῖος συμβουλεύοντος αὐτῷ Ἀριστάρχου τοῦ γραμματικοῦ τὴν Ῥωμαίων ἀσπάσασθαι προστασίαν πρῶτος χάρτην ἀποστείλας τὴν Ῥώμην ἐξένισεν. ἀντευδοκιμεῖται δὲ ὅμως παρὰ τοῦ Περγαμηνοῦ Ἀττάλου, Κράτητος τοῦ γραμματικοῦ ἡγησαμένου τῆς σπουδῆς πρὸς ἔριν Ἀριστάρχου τοῦ ἀντιτέχνου αὐτοῦ· δέρματα γὰρ τὰ ἐκ προβάτων ἀποξέσας εἰς λεπτὸν ἔστειλε τοῖς Ῥωμαίοις τὰ λεγόμενα παρ' αὐτοῖς μέμβρανα· εἰς μνήμην δὲ τοῦ ἀποστείλαντος ἔτι καὶ νῦν Ῥωμαῖοι τὰ μέμβρανα Περγαμηνὰ καλοῦσιν. 1.29 Ἰστέον δὲ Ῥωμαίοις τὸ κανοῦν ἐπὶ μὲν τῶν ἱερῶν σατούραν, ἐπὶ δὲ τῶν εὐωχιῶν ἐπουλαρίαν, ἣν ἀπαλαρίαν οἱ πολλοὶ ἐξ ἀγνοίας προσαγορεύουσιν. ἐπούλας γὰρ τὰς εὐωχίας Ῥωμαίοις ἔθος καλεῖν. 1.30 Ἐδόκει μὲν μηκέτι ἐπ' ἀγορᾶς, ἀλλ' ἐν τῷ Παλατίῳ τὴν βουλὴν συνάγεσθαι, τὴν δὲ τοιαύτην σύνοδον κομβέντον ἔθος Ῥωμαίοις καλεῖν, ἀντὶ τοῦ συνέλευσιν. σιγῆς δὲ τοῖς πολλοῖς βουλευομένοις δεῖ· ἐκ τῆς περὶ τὴν σιγὴν σπουδῆς-σιλέντιον δ' αὐτὴν πατρίως καλοῦσιν-σιλεντιαρίους ἔκριναν ὀνομάζειν αὐτούς. πάντων δὲ σχεδὸν ἐναλλαγέντων διέμεινε τὸ τοῦ λεγομένου μαγίστρου φρόντισμα· ἐπείθετο δὲ αὐτῷ τάξις τις πεντήκοντα τὸν ἀριθμὸν ἀνδρῶν, οἳ φρουμεντάριοι καὶ κουρίωσοι προσηγορεύοντο, οἷον σιτῶναι καὶ περίεργοι· καὶ οἱ μὲν σιτῶναι τῆς εὐθηνίας τῶν ἐν τῷ Παλατίῳ ἀντείχοντο, οἱ δὲ περίεργοι ἡγοῦντο τοῦ δημοσίου δρόμου. 1.31 Κλαβουλάριος ὀχηματικός· κλάβον γὰρ τὸν οἴακα καλοῦσιν. 1.32 Βήλωξ, ὀξύς, ὃς καὶ βεραιδαρικὸς ἔτι καὶ νῦν λέγεται. βεραίδους δὲ Ἰταλοῖς εἶναι δοκεῖ τοὺς ὑποζυγίους ἵππους .... ὅπερ ἐστίν, ἕλκειν τὸ ὄχημα· ὅθεν καὶ δασύνουσι γράφοντες τὸ ῥαίδας ὄνομα ἐκ τοῦ ῥᾳδίως ἐπιρρήματος παρηγμένον· οἱ γὰρ βεραίδους τοὺς ῥαίδας ἐκτὸς λέγοντες σφόδρα πλανῶνται. 1.33 Ἀντικουάριοι οἱ κατὰ Ἕλληνας καλλιγράφοι. 1.34 Ὁ δὲ Νουμᾶς οὗτος βαρβαρικοῖς ταραττομένην θορύβοις τὴν Ἰταλίαν μεγάλην Ἑλλάδα ᾠκονόμησε κληθῆναι πάντας τε τοὺς κλεινοὺς τῶν φιλοσόφων ἐξ αὐτῆς προελθεῖν, Ἐμπεδοκλέα λέγω τὸν φυσικὸν καὶ ἄλλους πολλοὺς πρὸ Ἀριστοτέλους. 1.35 Ὅτι ἐπὶ τοῦ Νουμᾶ καὶ πρὸ τούτου οἱ πάλαι ἱερεῖς χαλκαῖς ψαλίσιν, ἀλλ' οὐ σιδηραῖς ἀπεκείροντο· ὁ γὰρ σίδηρος κατὰ τοὺς Πυθαγορείους τῇ ὕλῃ ἀνάκειται· μέλας γὰρ καὶ αὐτὸς καὶ διὰ τοῦτο ἐγγὺς ἀνείδεος, πολύκμητός τε καὶ πολύχρηστος ἀλλ' οὐκ ἀπαθής ἐστιν. 1.36 Ὅτι μετὰ τὸν Αὔγουστον ἐν ταῖς τοῦ Παλατίου τάξεσιν ηὑρίσκετο καὶ σύστημα πατρικίων ἑξήκοντα παρ' οἷς τὰ διοπετῆ ὅπλα ἐφυλάττετο· ἔτι δὲ μὴν καὶ ἄλλοι τριάκοντα, παρ' οἷς ἐφυλάττοντο οἱ σιβύλλειοι χρησμοί. 1.37 Ἱερέας γενέσθαι τὸ πρὶν τοὺς ὕστερον ἄρχοντας τοῦ Ῥωμαίων πολιτεύματος οὐδενὶ τῶν πάντων ἠγνόηται, Τυρρηνοῦ ἐπὶ τὴν ἑσπέραν ἐκ τῆς Λυδίας μεταστάντος, τοὺς τότε καλουμένους Ἐτρούσκους- ἔθνος δὲ ἦν Σικανόν-τὰς Λυδῶν τελετὰς διδάξαντος, οὓς ἐκ τῆς θυοσκοπίας Θούσκους συμβέβηκε μετονομασθῆναι· καὶ τούτων εἰς πλάτος ἐν τῇ πρώτῃ τῆς περὶ μηνῶν γραφείσης ἡμῖν πραγματείας ἴσμεν μνημονεύσαντες. τὰ γὰρ ἐπίσημα τῶν ἀρχόντων ἀπὸ Θούσκων λαβὼν ὁ βασιλεὺς Νουμᾶς τῇ πολιτείᾳ εἰσήγαγεν,