γίνεται, ἢ φυσικῆς τινος νόσου ἐπιγενο- μένης ἢ καὶ ἔξωθεν συμπτώματος ἡμῖν κακωτικοῦ συμβάντος. Εἰ δὲ ταῦτα κακὰ κυρίως ὑπῆρχε καὶ οὐ μᾶλλον παιδευτικὰ ἐκ θεοῦ προνοίας πρὸς σωφρονισμὸν ἀνθρώπων ἐξηυρημένα, οὐκ ἂν αἰτία τινὸς ἀγαθοῦ ἐγίνετο. Νῦν δὲ πολλάκις καὶ ἡ τούτων ἐλπὶς ἄγχει καὶ τοὺς ἄγαν εὐολίσθους πρὸς ἁμαρτίαν | καὶ θεὸν δεδοικέναι ποιεῖ καὶ ἀμύνειν τὴν ἐκ τούτων ἐπήρειαν, ἱκετεύειν <δὲ> ἡμᾶς διανίστησι τὸν θεὸν εἴτε θηρίον ἢ ἑρπετὸν ἢ πόλεμος ἢ λοιμὸς ἢ λιμὸς ἢ ἀσθένειά τις εἴη τὸ ἐλπιζόμενον ἢ συκοφαντία καὶ ἐπιβουλὴ ἐκ φαύλης προαιρέσεως ἀνθρώπων μηχανωμένη, ἥτις κυρίως μὲν κακόν ἐστι τῷ ποιοῦντι, ἁμαρτία τυγχάνουσα, τῷ δὲ πάσχοντι οὐ κυρίως κακόν, κακωτικὸν μέντοι· καὶ τὰ κακωτι- κὰ οὐ πάντως κακά, ἀλλὰ καὶ τοῖς κατὰ θεὸν ἀνδρείοις πρόξενα μεγίστης εὐδοξίας γίνεται παρ' ἀνθρώποις, εὐεργεσίας τε καὶ ἀμοιβὰς αἰωνίους θησαυρίζει τούτοις παρὰ θεῷ. 16. Μὴ οὖν τις ἀπατάσθω τὰ κακωτικὰ ὀνομάζων κυρίως κακά. Εἰ γὰρ κακόν ἐστι τὸ κακωτικὸν καὶ οὐ μᾶλλον παιδευτικὸν καὶ πρὸς δικαιοσύνην καὶ παντοίαν ἀρετὴν προκαλούμενον, μηδεὶς τυπτέτω τὸν υἱὸν ἁμαρτάνοντα, μηδεὶς ἐπαινείτω τὸν ἀρχήν τινα πεπιστευμέ- νον λῃστὴν καταβάλλοντα ξίφει ἢ θηρίοις πρὸς βρῶσιν ψήφῳ δικαστικῇ κυροῦντα παραδίδοσθαι, μηδεὶς τὸν ἰατρὸν ἐπαινῇ τῷ σιδήρῳ πάθος σεσηπὸς ἀποτέμνοντα· κακοῖ γὰρ τὸν ἰατρευόμε- νον. Μηδεὶς συγχωρείτω θηριακὰ ἐξ ἐχιδνῶν συντιθέναι, εἴπερ κακά, ὥς φασιν οἱ Μανιχαῖοι, τὰ ἑρπετά. Ἀλλ' ἀγνοοῦσιν οἱ ταῦτα ἀπείρως διαλοιδορούμενοι ὅτι καλόν ἐστι πᾶν ὅπερ ἀνελλιπῶς ἔχει πρὸς ὃ δεδημιούργηται παρὰ θεοῦ. Εἰ δέ, ὡς ἀποδέδεικται, πρὸς σωφρονισμὸν ἡμῶν ἐξηύρηται ταῦτα καὶ ἔστι προνοίᾳ θεοῦ, πῶς οὐ καλὰ λίαν ταῦτα, εἰ καί τινα αὐτῶν μὴ οὐσίαι τυγχάνουσιν, ἀλλὰ μόνον ἐκ φυσικῆς ἀσθενείας ἐπισυμβαίνουσιν. 17. Τῶν δὲ φυσικῶν τὰ μὲν ἀνάγκῃ φύσεως ἐπιτελεῖται. Ἀνάγκῃ δὲ φύσεως λέγω ταῦτα τελεῖσθαι ὅσα αὐτομάτως καὶ ἀκόντων ἡμῶν ὑπὸ τῆς φύσεως γίνεται, ὡς τὸ ἀποθνήσκειν καὶ αὔξειν μέχρι τῆς ὡρισμένης ἡλικίας τὸν ζῶντα. Τινὰ δὲ ἀκολου- θίᾳ μὲν φύσεως γίνεται, ἐνδέχεται δὲ καὶ μὴ γενέσθαι, οἷον τὸ παιδοποιεῖν διὰ μίξεως· τοῦτο γὰρ τῶν ἐνδεχομένων ἐστίν· οὐ γὰρ πάντως ἐπακολουθεῖ τῇ μίξει παιδοποιΐα. Ταῦτα οὖν πάντα ὅσα ἀνάγκῃ φύσεως γίνεται ἄνευ ἁμαρτίας ἀποτελεῖται καὶ παρὰ τοῖς ἀνθρώποις τοῖς τῷ λόγῳ διοικουμένοις. Ὅσα δὲ ἐνδέχεται γίνεσθαι καὶ μὴ γίνεσθαι, ἐπὶ μὲν τῆς ἀλόγου φύσεως ἀνεύθυνα τυγχάνει, οἵαν δ' ἂν ἔχοι τὴν ἐνέργειαν· οὐ γὰρ ἔχουσι λόγον κατὰ φύσιν δοκιμάζοντα τὰ πρακτέα· ἐπὶ δὲ τῶν ἀνθρώπων, ἅτε δὴ λόγῳ ῥυθμιζομένων, ἐστὶν ἐνίοτε ταῦτα κυρίως κακά, ὅτε δὴ μὴ λόγος ὀρθὸς ἡγεῖται τῆς πράξεως ἐκ ῥαθυμίας ἡμῶν ἀσθενήσας ἢ καὶ παντελῶς πυρωθεὶς ταῖς ἐπιθυμίαις τῶν ἡδυπαθειῶν. Ἁμαρτία γάρ ἐστιν ἡ τῶν κατὰ φύσιν ἐνδεχομένων γενέσθαι τε καὶ μὴ γενέσθαι ὑπὸ τῶν λογικῶν ἀλόγιστος αἵρεσίς τε καὶ χρῆσις· ἀρετὴ δὲ ἀνθρώπου τὸ δύνασθαί τι πράττειν, ὑπό τε τῆς φυσικῆς κινήσεως ἐρεθίζεσθαι, εἰ δὲ ἄτοπον εἴη τοιῶσδε γινόμε- νον ἢ καὶ παντελῶς γινόμενον, ἀπέχεσθαι τῆς πράξεως τούτου κυβερνήτῃ λογισμῷ κεχρημένον καὶ καταπατεῖν τῆς ἡδυπαθείας τὸ δέλεαρ. 18. Ἀλλά φασιν· Τί γὰρ | οὐκ ἀνεπιδέκτους πεποίηκεν ὁ θεὸς τοῦ ἁμαρτάνειν ἡμᾶς, ἵνα μηδὲ ἑκόντες ἁμαρτάνοιμεν; Οἱ δὲ τὰ τοιαῦτα προβαλλόμενοι ἐοίκασιν ἀγανακτεῖν ὅτι μὴ λίθους καὶ ξύλα πεποίηκεν αὐτοὺς ὁ θεὸς καὶ μέμφεσθαι τὸν εὐεργέτην ὅτι λογικοὺς τοὺς ἀνθρώπους εἰργάσατο καὶ οὐ μᾶλλον ἀκινή- τους πρὸς αἵρεσιν ἀγαθοῦ τε καὶ πονηροῦ. Εἰ δέ φασιν· Ἔδει ἡμᾶς πεποιῆσθαι λογικοὺς καὶ εἰδέναι ἀγαθόν τε καὶ πονηρόν, ἀτρέπτως δὲ ἐν τῇ τοῦ ἀγαθοῦ ἵστασθαι πράξει, οὐδὲν ἕτερον ἔοικασί μοι ζητεῖν, ἀλλ' ὅτι οὐκ ἔδει ἡμᾶς ἀνθρώπους γεγονέναι, ἀλλὰ τῆς