ἄθεον διαλυσαμένου σκαιώρημα. Ἦν γὰρ αὐτοῖς γνώμη τῷ βυθῷ παραδοθῆναι αὐτὸν παγγενεὶ ἅτε διὰ θαλάσσης πρὸς τὸ παλάτιον ἀποπλεῖν μέλλοντα. Ζητήσεως δὲ καὶ ἐρεύνης γενομένης περὶ τοῦ συμβάντος πολλῆς πολλοὶ τῶν μεγιστάνων καὶ αὐτὸς ὁ τηνικαῦτα ἔπαρχος ἑάλωσαν ὡς ἐπίβουλοι καὶ καθοσιώσεως αἰτίᾳ ὑπέπεσον, τῶν οἰκείων στερηθέντες κτήσεων καὶ πάσης τῆς περιουσίας αὐτῶν. 112 Ἐπόθησε δὲ καὶ ἠγάπησε διαφερόντως τῶν ἄλλων ἁπάντων ὁ βασιλεὺς τήν τε τῶν δημοσίων χρημάτων ἐπαύξησιν καὶ τῶν ἰδιωτικῶν δικῶν τὴν ἀκρόασιν, κἀν τούτοις τὴν μείζονα φροντίδα κατεκένου τῆς βασιλείας τῶν ἄλλων ἧττον ἐχόμενος, στρατηγικῶν φημι πλεονεκτημάτων καὶ στρατιωτικῶν ἀνδραγαθημάτων. ∆ιὰ δὴ ταῦτα καὶ συκοφαντικαῖς ἐπηρείαις καὶ σοφιστικαῖς μεθόδοις καὶ δικανικῶν προβλημάτων ἑσμῷ καὶ σεκρετικῶν ζητημάτων ἐπιπλοκαῖς τὸ ῥωμαϊκὸν ἐκλονεῖτο καὶ ἐκραδαίνετο, ὡς καὶ αὐτοὺς τοὺς στρατευομένους τὰ ὅπλα καὶ τὴν στρατείαν μεταθέντας συνηγόρους καὶ νομικῶν προβλημάτων καὶ ζητημάτων γενέσθαι ἐραστάς, μακρὰν χαίρειν εἰπόντας ἐνυαλίῳ τε ἠχῇ καὶ πολεμικῇ ὀρχήσει καὶ περιδινήσει ἀγχιστρόφῳ. Εὐσεβὴς δὲ ὤν, εἴπερ τις ἕτερος, καὶ φιλομόναχος φιλόπτωχός τε καὶ περὶ τὸ σῶμα ἧττον κολαστικός, πρὸς ἄλλο τι ἀμβλὺς ἐτύγχανε καὶ νωθρός, φειδωλὸς δὲ εἰσάγαν καὶ ποριστικὸς καὶ τῶν δημοσίων χρημάτων αὐξητικός. Ἐνεξουσίαζε δὲ καὶ ταῖς κρίσεσι καὶ πολλάκις αὐτὰς ὑπήλλαττε διὰ τὴν τῶν προσώπων ποιότητα, βαρὺς δεικνύμενος τοῖς δυνατοῖς καὶ ἀφόρητος. Προσκειμένου δὲ αὐτοῦ τοῖς τοιούτοις διηνεκῶς, τῶν δὲ στρατιωτικῶν ἠμεληκότος καὶ καταρραθυμήσαντος, τὰ τῆς ἀνατολῆς καὶ μᾶλλον τὰ ἐν τοῖς τέρμασι τῶν μερῶν τῶν ῥωμαϊκῶν ὑπὸ τῶν πολεμίων ἐφέροντό τε καὶ ἤγοντο καὶ ἐληίζοντο, καὶ διεφθείροντο ἅπαντα τῇ τε τῶν Τούρκων ἐπιδρομῇ καὶ κατισχύσει καὶ τῇ βιαίᾳ ὑποχωρήσει καὶ δειματώσει τῶν ἠμελημένων στρατιωτῶν· συνεχεῖς γὰρ ὑπῆρχον ἐκδρομαὶ καὶ λεηλασίαι συχναί, ἀφανιζομένου τοῦ προστυχόντος παντός. ∆ιὸ καὶ ἡ εὐδαίμων χώρα τῆς Ἰβηρίας ἠπείρωτο παντελῶς καὶ ἠδάφιστο, ἤδη προκατειργασμένη καὶ ἠσθενηκυῖα καὶ κατὰ μικρὸν ἐκλείπουσά τε καὶ φθίνουσα. Συμμετελάμβανον δὲ τοῦ δεινοῦ καὶ ὅσαι ταύτῃ παρέκειντο, Μεσοποταμία 113 τε καὶ Χαλδία, πρὸς δὲ Μελιτηνὴ καὶ Κολώνεια καὶ τὰ τῷ Εὐφράτῃ συγκείμενα ποταμῷ, ἀλλὰ μὴν τό τε Ἀρμενιακὸν καὶ τὸ Βαασπρακάν. Καὶ εἰ μὴ πολλάκις στρατεύμασιν , ἐνίοτε δὲ καὶ φήμαις μόναις δυνάμεων, ἀνείργοντο τὰ τῶν βαρβάρων, καί τινες ἀρχηγοὶ τούτων, Χωροσάν τις σελάριος καὶ Σαμούχ, ἀγαθῇ τινι τύχῃ τὴν ἧτταν συμβαλόντες ἐκληρώσαντο, κἂν μέχρι Γαλατίας καὶ Ὁνωριάδος καὶ αὐτῆς Φρυγίας τὸ ἀντίπαλον περιέδραμεν. Ἐστέλλετο μὲν γὰρ στρατιωτικόν, ψιλὸν δὲ καὶ ἄοπλον καὶ γυμνόν, τῶν κρειττόνων ἀπελαυνομένων ἑκάστοτε τῆς στρατείας τοῦ πλήθους τῶν ὀψωνίων ἕνεκα καὶ τῶν μειζόνων βαθμῶν. Ἃ καὶ καταγνώσεως ἐκτὸς οὐκ ἦν, μηδενὸς γενναίου καὶ ἀξιολόγου πραττομένου διὰ τοῦτο. Συνέβαινε δὲ ἐκ τούτου τοὺς μὲν Ῥωμαίους ταπεινοῦσθαι καὶ κατεπτηχέναι, τοὺς βαρβάρους δὲ φυσᾶσθαί τε καὶ ἐπαίρεσθαι καὶ μετὰ πολλῆς προσρήγνυσθαι πεποιθήσεως. Ὅτε δὴ καὶ εἰς τὸ Ἀνίον ἀποστέλλεται δοὺξ Ἀρμένιός τις, Παγκράτιος τοὔνομα, ἐκ τῶν ἐνόντων ὑποσχόμενος τὰ ἐκεῖσε στρατεύματα διοικεῖν. Τοῦ δὲ σουλτάνου παριόντος, μὴ μέντοι γε πημαινομένου τὴν χώραν τὴν ῥωμαϊκήν, τῶν περὶ τὸν Παγκράτιον ἐξιόντες τινὲς τὴν οὐραγίαν τοῦ σουλτανικοῦ στρατοπέδου ἐσίνοντο καὶ κατέκαινον. Ἐφ' οἷς δὴ καὶ δυσθυμήσας ὁ σουλτάνος ἀφίησι τοῦ πρόσω ἰέναι. Πρὸς τὸ Ἀνίον δὲ ἀνθυπέστρεψε καὶ δι' ὀλίγων ἡμερῶν αὐτό τε τὸ Ἀνίον καὶ τὰ περὶ αὐτὸ πάντα περιποιησάμενος στρατῷ τε ὀχυρώσας καὶ στρατηγοῖς ἀξιολόγοις τὰ ἐκεῖσε παραδούς, τὴν τῶν Ῥωμαίων ἐπικράτειαν αὐτοῦ τε καὶ τῆς περὶ αὐτὸ χώρας ἀπεστέρησεν. Εἶχε μὲν οὖν οὕτω ταῦτα καὶ εἰς τοσοῦτον σκυλμὸν τὰ ῥωμαϊκὰ περιήγοντο κατά τε τὴν Ἀσίαν καὶ τὴν ἄλλην πᾶσαν ἀνατολήν.