1

 2

 3

 4

 5

 6

 7

5

τούτων, κἀκείνων ὑστεριζόντων. Ὁρῶν τοίνυν ὁ Παῦλος ἐκ τοῦ πράγματος τούτου πολλὰ κακὰ, τὰ μὲν γινόμενα, τὰ δὲ μέλλοντα (καὶ γὰρ καταφρόνησις τῶν πενήτων τοῖς πλουσίοις ἐγίνετο καὶ ὑπεροψία πλείων, καὶ τοῖς πένησιν ἀθυμία καὶ ἀπέχθεια πρὸς τοὺς πλουτοῦντας, καὶ ὅσα ἄλλα εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν κακῶν), διορθοῦται τὴν πονηρὰν ταύτην καὶ πικρὰν συνήθειαν. Καὶ ὅρα μεθ' ὅσης συνέσεως καὶ ἐπιεικείας εἰς τὴν διόρθωσιν ἐνέβαλεν. Ἀρχόμενος γὰρ οὕτω φησί· Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε. Τί δέ ἐστιν, Οὐκ εἰς τὸ κρεῖττον; Οἱ πρόγονοι, φησὶν, οἱ ὑμέτεροι καὶ οἱ πατέρες καὶ τὰς ἑαυτῶν οὐσίας ἐπώλουν καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις, καὶ κοινὰ πάντα εἶχον, καὶ πολλὴν πρὸς ἀλλήλους τὴν ἀγάπην· ὑμεῖς δὲ ὀφείλοντες ἐκείνους ζηλοῦν, οὐ μόνον οὐδὲν ἐποιήσατε τοιοῦτον, ἀλλὰ καὶ ὅπερ εἴχετε μόνον, καὶ τοῦτο ἀπωλέσατε, τὰ συμπόσια τὰ κατὰ σύναξιν γινόμενα· διὰ τοῦτό φησιν, Ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε. Καὶ ἐκεῖνοι μὲν καὶ τῶν κτημάτων ἁπάντων τοῖς πένησι παρεχώρησαν· ὑμεῖς δὲ τραπέζης αὐτοῖς μεταδιδόντες, καὶ ταύτης ἀπεστερήσατε. Πρῶτον μὲν γὰρ, συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.

δʹ. Ὅρα πῶς πάλιν συνετῶς ποιεῖται τὴν διόρθωσιν. Οὐκ εἶπεν, οὔτε Ἀπιστῶ,

οὔτε Πιστεύω· ἀλλὰ μέσον ἀφῆκε τὸ ῥῆμα, ὅτι Μέρος τι καὶ πιστεύω· οὐ πι 51.258 στεύω τέλεον, ἀλλ' οὐδὲ ἀπιστῶ τέλεον· τοῦ δὲ ἢ τοῦτο, ἢ ἐκεῖνο συμβῆναι παντελῶς ὑμεῖς κύριοι. Ἂν μὲν γὰρ διορθώσησθε, οὐ πιστεύω· ἂν δὲ ἐπὶ τῶν αὐτῶν μείνητε, πιστεύω. Οὔτε οὖν κατηγόρησε, καὶ κατηγόρησεν. Οὐ κατηγόρησεν ἀπηρτισμένως, ἵνα αὐτοῖς ἐλπίδα δῷ διορθώσεως καὶ προθεσμίαν μετανοίας· οὐκ ἀφῆκεν ἀνεγκλήτους, ἵνα μὴ ἐπὶ τῆς αὐτῆς μείνωσι ῥᾳθυμίας. Οὕτω τέλεον ἐπίστευσα, φησί· τοῦτο γάρ ἐστι τὸ εἰπεῖν, Μέρος τι πιστεύω. Τοῦτο δὲ ἔλεγε προτρέπων μεταβαλέσθαι καὶ διορθώσασθαι καὶ ἀπαγαγεῖν αὐτὸν τοῦ κἂν ἐκ μέρους πιστεῦσαί τι κατ' αὐτῶν τοιοῦτον. ∆εῖ γὰρ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. Εἶπε οὖν τὰς αἱρέσεις. Ἐνταῦθα προσέχετε, ὅτι οὐ περὶ δογμάτων ἐστὶ τὸ, ∆εῖ αἱρέσεις ἐν ὑμῖν εἶναι· ἀλλὰ περὶ τῆς διχονοίας τῆς κατὰ τὰς τραπέζας. Εἰπὼν γὰρ, ∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, ἐπήγαγε καὶ τὸν τρόπον τῶν αἱρέσεων· Συνερχομένων γὰρ ὑμῶν ἐπὶ τὸ αὐτὸ, οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν. Τί ἐστι, Κυριακὸν δεῖπνον φαγεῖν; ∆εσποτικὸν δεῖπνον, φησὶν, οὐκ ἔστι φαγεῖν· ἐκεῖνο λέγων τὸ δεῖπνον, ὃ τῇ ἐσχάτῃ νυκτὶ παρέδωκεν ὁ Χριστὸς, ὅτε οἱ μαθηταὶ μετ' αὐτοῦ πάντες ἦσαν. Ἐν ἐκείνῳ γὰρ τῷ δείπνῳ καὶ ∆εσπότης καὶ δοῦλοι πάντες ὁμοῦ κατέκειντο· ὑμεῖς δὲ σύνδουλοι ὄντες ἀλλήλους διεστήσατε καὶ ἀπεσχίσατε. Κἀκεῖνος μὲν οὐδὲ τὸν προδότην ἀπήλασε· καὶ γὰρ ὁ Ἰούδας μετ' αὐτῶν ἦν τότε· σὺ δὲ τὸν ἀδελφὸν διακρούῃ. ∆ιὰ τοῦτό φησιν, Οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν, κυριακὸν δεῖπνον καλῶν, τὸ μεθ' ὁμονοίας, τὸ κοινῇ πάντων συγκεκλημένων. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει φαγεῖν· καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Καὶ οὐκ εἶπεν, Ὃς μὲν πεινᾷ, ὃς δὲ ἐσθίει, ἀλλὰ τῷ τῆς μέθης ὀνόματι μᾶλλον αὐτῶν καθήψατο. Κἀκεῖ καὶ ἐνταῦθα ἀμετρία, φησί. Σὺ μὲν ὑπὸ τῆς ἀδηφαγίας διαῤῥήγνυσαι, ἐκεῖνος δὲ ὑπὸ τοῦ λιμοῦ τήκεται· σὺ καὶ τῶν ὑπὲρ τὴν χρείαν μετέχεις, ἐκεῖνος δὲ οὐδὲ τῶν ἀναγκαίων ἀπέλαυσε. ∆ιπλοῦν τὸ δεινὸν, τῆς ἰσότητος διαφθαρείσης, τοῦτο αἱρέσεις καλεῖ· ἐπειδὴ φιλονείκως πρὸς ἀλλήλους διέκειντο καὶ διεστασίαζον, καὶ ὃς μὲν ἐπείνα, ὃς δὲ ἐμέθυε. Καὶ καλῶς εἶπε, Συνερχομένων ὑμῶν ἐπὶ τὸ αὐτό.

Τίνος γὰρ ἕνεκεν συνέρχεσθε; φησί· τί βούλεται ἡ σύνοδος; τίνος ἕνεκεν ἡ συλλογὴ κοινὴ, ὅταν ἡ τράπεζα μὴ γίνεται κοινή; ∆εσποτικά ἐστι τὰ χρήματα, ἅπερ ἐλάβομεν· κοινὰ προκείσθω τοίνυν τοῖς συνδούλοις τοῖς ἡμετέροις. Μὴ γὰρ οἰκίας