1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

5

οὗτος παρεισάγων. Ἀθετεῖ δὲ νεκρῶν ἀνάστασιν, φαντασίας δέ τινας δι' ἐκπωμάτων ἐξ ἐπαοιδῆς εἰς κυάνεον χρῶμα καὶ πορφυραῖον μεταβάλλων ἐμυσταγώγει τὰς ἀπατωμένας γυναῖκας. Καὶ αὐτὸς δὲ τῶν εἴκοσι τεσσάρων στοιχείων βούλεται τὰ πάντα ἡγεῖσθαι ὁμοίως Οὐαλεντίνῳ. 35 Κολορβασαῖοι. Καὶ οὗτος ὁ Κολόρβασος ὡσαύτως τὰ αὐτὰ διηγούμενος, κατά τι δὲ διαφερόμενος πρὸς ἄλλας αἱρέσεις-φημὶ δὴ πρὸς τὰς περὶ Μάρκον καὶ Οὐαλεντῖνον-τὰς προβολὰς καὶ ὀγδοάδας ἑτέρως ἐδίδαξεν. 36 Ἡρακλεωνῖται· καὶ οὗτοι τῇ τῶν ὀγδοάδων φαίνονται μυθολογίᾳ στοιχοῦντες, ἑτέρως παρὰ τὸν Μάρκον καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον καὶ τοὺς ἄλλους. Ἀλλὰ καὶ πρὸς τῇ τελευτῇ τοὺς παρ' αὐτῶν τελευτῶντας ὁμοίως τῷ Μάρκῳ λυτροῦνται δι' ἐλαίου, ὀποβαλσάμου καὶ ὕδατος, ἐπικλήσεις τινὰς Ἑβραϊκαῖς λέξεσιν ἐπιλέγοντες τῇ κεφαλῇ τοῦ δῆθεν λυτρουμένου. 37 Ὀφῖται, οἱ τὸν ὄφιν δοξάζοντες καὶ τοῦτον Χριστὸν ἡγούμενοι, ἔχοντες δὲ φύσει ὄφιν τὸ ἑρπετὸν ἐν κίστῃ τινί. 38 Καϊανοὶ ἅμα ταῖς ἄλλαις ὡσαύτως ταῖς τὸν νόμον ἀθετούσαις αἱρέσεσιν καὶ τὸν λαλήσαντα ἐν νόμῳ τὰ αὐτὰ φρονοῦσι. Σαρκὸς μὲν ἀνάστασιν ἀρνούμενοι, τὸν δὲ Κάϊν δοξάζουσι λέγοντες αὐτὸν τῆς ἰσχυροτέρας εἶναι δυνάμεως. Ἅμα δὲ καὶ τὸν Ἰούδαν ἐκθειάζουσιν, ὁμοῦ καὶ τοὺς περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρών, ἀλλὰ καὶ αὐτοὺς τοὺς Σοδομίτας. 39 Σηθιανοί. Οὗτοι πάλιν τὸν Σὴθ δοξάζουσιν φάσκοντες αὐτὸν εἶναι ἐκ τῆς ἄνω μητρὸς μεταμεληθείσης, ἐφ' οἷς τοὺς περὶ Κάϊν προεβάλετο, εἶτα μετὰ τὸ τὸν Κάϊν ἀποβληθῆναι καὶ τὸν Ἀβὲλ ἀποκτανθῆναι συνελθούσης τῷ ἄνω πατρὶ καθαρὸν σπέρμα τὸν Σὴθ ποιῆσαι, ἐξ οὗπερ λοιπὸν κατήχθη τὸ πᾶν ἀνθρώπων γένος. Καὶ αὐτοὶ δὲ ἀρχὰς καὶ ἐξουσίας καί, ὅσα οἱ ἄλλοι δογματίζουσιν. 40 Ἀρχοντικοί. Οὗτοι πάλιν εἰς πολλοὺς ἄρχοντας τὸ πᾶν ἀναφέ40 ρουσι καὶ τὰ γινόμενα ἐκ τούτων γεγενῆσθαι λέγουσιν· ἁλίσκονται δὲ καὶ ἐπ' αἰσχρότητί τινι. Σαρκὸς δὲ ἀνάστασιν ἀθετοῦσι καὶ παλαιὰν διαθήκην ἀποβάλλουσι. Κέχρηνται δὲ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἑκάστην λέξιν πρὸς τὸν ἑαυτῶν νοῦν μεθοδεύοντες. 41 Κερδωνιανοί, ἀπὸ Κέρδωνος τοῦ Ἡρακλέωνα διαδεξαμένου τὴν μετοχὴν τῆς πλάνης, προσθέντος δὲ τῇ ἀπάτῃ· ὃς ἀπὸ τῆς Συρίας εἰς τὴν Ῥώμην μεταστὰς τὸ κήρυγμα ἑαυτοῦ ἐξέθετο ἐν χρόνοις Ὑγίνου ἐπισκόπου. ∆ύο δὲ ἀρχὰς κηρύττει οὗτος ἐναντίας ἀλλήλαις, μὴ εἶναί τε τὸν Χριστὸν γεννητόν· ὁμοίως τε νεκρῶν ἀνάστασιν ἀθετεῖ καὶ τὴν παλαιὰν διαθήκην. 42 Μαρκιωνισταί. Μαρκίων ἀπὸ Πόντου ὁρμώμενος ἐπισκόπου μὲν ἦν υἱός, φθείρας δὲ παρθένον ἀπέδρα διὰ τὸ ἐξεῶσθαι ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπὸ τῆς ἐκκλησίας. Οὗτος ἀνελθὼν ἐν Ῥώμῃ, εἶτα αἰτήσας μετάνοιαν τοὺς κατ' ἐκεῖνο καιροῦ ἡγουμένους τῆς ἐκκλησίας καὶ μὴ τυχὼν ἐπῄρθη κατὰ τῆς πίστεως καὶ ἐδογμάτισεν τρεῖς ἀρχάς, ἀγαθὸν καὶ δίκαιον καὶ φαῦλον, εἶναί τε τὴν καινὴν διαθήκην ἀλλοτρίαν τῆς παλαιᾶς καὶ τοῦ ἐν αὐτῇ λαλήσαντος. Οὗτός τε καὶ οἱ ἀπ' αὐτοῦ Μαρκιωνισταὶ ἀνάστασιν σαρκὸς ἀθετοῦσι, βάπτισμα διδόασιν οὐ μόνον ἕν, ἀλλὰ καὶ δύο καὶ τρία μετὰ τὸ παραπεσεῖν, ὑπὲρ δὲ τῶν τεθνεώτων καὶ κατηχουμένων ἄλλοι παρ' αὐτοῖς βαπτίζονται. Ἀδεῶς δὲ παρ' αὐτοῖς καὶ γυναῖκες ἐπιτρέπονται λουτρὸν διδόναι. 43 Λουκιανισταί. Λουκιανός τις, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γενόμενος, ἀλλ' ἀρχαιότερος, πάντα κατὰ τὸν Μαρκίωνα ἐδογμάτισε, πρὸς δὲ τούτοις καὶ ἕτερά τινα παρὰ τὸν Μαρκίωνα δῆθεν δογματίζει. 44 Ἀπελλιανοί. Καὶ οὗτος Ἀπελλῆς τὰ ὅμοια Μαρκίωνι καὶ Λουκιανῷ