1

 2

 3

 4

 5

5

εἰκόνα ἐστὶ, καὶ καθ' ὁμοίωσιν Θεοῦ. Κατ' εἰκόνα μὲν λέγεται πᾶς ἄνθρωπος, κατὰ τὸ τοῦ νοὸς ἀξίωμα, καὶ τὸ τῆς ψυχῆς, ἤτοι τὸ ἀκατάληπτον, τὸ ἀθεώρητον, τὸ ἀθάνατον, τὸ αὐτεξούσιον, ναὶ μὴν καὶ τὸ ἀρχηγὸν, καὶ τεκνογονικὸν, καὶ οἰκοδομικόν· καθ' ὁμοίωσιν δὲ, κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ τὰς θεωνύμους ταύτας καὶ θεομιμήτους πράξεις, ἤγουν κατὰ τὸ φιλανθρώπως πρὸς τὸ ὁμογενὲς διακεῖσθαι· οἰκτείρειν τε καὶ ἐλεεῖν, καὶ ἀγαπᾷν τὸ ὁμόδουλον, εὐσπλαγχνίαν τε πᾶσαν καὶ συμπάθειαν ἐνδείκνυσθαι. «Γίνεσθε γὰρ, φησὶ Χριστὸς ὁ Θεὸς, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς οἰκτίρμων ἐστί.» Καὶ τὸ μὲν κατ' εἰκόνα, πᾶς ἄνθρωπος κέκτηται· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ· τὸ δὲ καθ' ὁμοίωσιν, σπάνιοι, καὶ μόνοι οἱ ἐνάρετοι καὶ ἅγιοι, καὶ τὴν τοῦ Θεοῦ ἀγαθότητα κατὰ τὸ δυνατὸν ἀνθρώποις μιμούμενοι· οὕτως ὑπεραγάθου φιλανθρωπίας ἀξιωθείημεν καὶ ἡμεῖς, εὐαρεστήσαντες αὐτῷ δι' ἀγαθοεργίας, καὶ μιμηταὶ γενόμενοι τῶν ἀπ' αἰῶνος εὐαρεστησάντων Χριστῷ· ὅτι αὐτῷ ἐστιν ἔλεος, καὶ αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, καὶ τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.