σκαιωρήσοιντο. ἐξελθὼν δὲ τοῦ χάρακος, καὶ μέρος τῆς χώρας καταδραμὼν, ἐπεὶ πρὸς τῶν ἐζωγρημένων ἀνέμαθεν, ἐπί τι γεώλοφον στρατιὰν βαρβάρων ὡσεὶ μυριάδων τεττάρων ἀθροίζεσθαι, ὡς ἂν ἐξ ἐφόδου ἀπροόπτως τοῖς Ῥωμαίοις ἐπέλθῃ, καὶ τῆς τε 14 νήσου τούτους ἀπελάσῃ, καὶ τοὺς σφετέρους τῆς τοῦ ἄστεος ἀπαλλάξῃ καθείρξεως. τούτων ἀκηκοὼς ὁ στρατηγὸς καὶ τὸν ἐφεπόμενον τῶν λογάδων στρατὸν πανημέριον διαναπαύσας, πρὸς ἑσπέραν βαθεῖαν ἀπάρας καὶ ἡγεμόνας τῶν τόπων ἰθαγενεῖς ἄνδρας ἀνειληφώς, ἐπεὶ καὶ τὸ σεληναῖον φῶς ὑπέλαμπε, πεπληρωμένης τῆς μήνης οὔσης, συντείνων ἔσπευδε, μηδὲν τάχους ἀνίεισι· καὶ δὴ κυκλόθεν τὸν γεώλοφον περιεστοίχισεν, ἵνα βαθὺν οἱ βάρβαροι ὕπνον ἐκάθευδον. κἄπειτα τὰς σάλπιγγας ἐπηχῆσαι καὶ τὰ τύμπανα παταγῆσαι ἐγκελευσάμενος, διὰ τοῦ γεωλόφου ἐχώρει. οἱ δὲ βάρβαροι, τὸν ψόφον τῶν ὅπλων αἰσθόμενοι, ψιλοὶ καὶ ἀπαράσκευοι ὄντες, καὶ τῷ ἀπροόπτῳ τῆς ἐφόδου καταπλαγέντες, εἰς φυγαδείαν ἀπέκλιναν. ἀλλ' οὐκ ἦν ἀπαλλάξαι, τῆς ὑπωρείας ἁπάσης κατεχομένης τῇ Ῥωμαϊκῇ φάλαγγι. ἀκονιτὶ οὖν ἐν μικρᾷ χρόνου ῥοπῇ τὸ τῶν τεττάρων μυριάδων τῶν βαρβάρων ἡβηδὸν παραπώλετο πλῆθος, ἔργον γεγονὸς αἰχμῆς Ῥωμαϊκῆς. ἀλλὰ τῷ τοιούτῳ καινῷ τροπαίῳ ἕτερον ὁ στρατηγὸς ἐξήρτυε τρόπαιον. τοῦ γὰρ πεσόντος πλήθους τὰς κάρας ἐκτεμεῖν διωρίσατο, καὶ ταύτας ταῖς πήραις ἐνθέντας μετακομίσαι πρὸς τὸ στρατόπεδον· μισθὸν δὲ τῷ κάραν κομίζοντι δίδοσθαι διεβεβαιοῦτο ἀργύριον. τοῦτο τὸ δόγμα ἀσμένως δεξάμενος ὁ στρατὸς, καὶ μάλιστα τὸ τῶν Ἀρμενίων στίφος, τὰ βαρβαρικὰ ἐναπέτεμε κάρηνα καὶ ταῖς πήραις ἀπέθεντο. ἐννύχιόν τε ὁ στρατηγὸς ἀφίκετο κατὰ τὸ στρατόπεδον. ηʹ. Τῇ δ' ὑστεραίᾳ ἄρτι τοῦ φωσφόρου τὸν ὁρίζοντα παρα 15 μείβοντος καὶ πρὸς τὴν τοῦ πόλου μεταβαίνοντος ἄντυγα, ἐπὶ τῶν δοράτων περιπείρειν τὰς τῶν βαρβάρων κάρας προσέταττεν, ἐπιστίχως τε παρὰ τὸ τειχίον, ὃ αὐτὸς ἐδείματο, καταπηγνύειν αὐτά· τὰς δὲ καὶ διὰ τῶν πετροβόλων ὀργάνων ἐπὶ τῷ ἄστει ἐκσφενδονᾷν. τοὺς δὲ Κρῆτας, τὴν ἐπίστιχον τῶν δοράτων τάξιν καὶ τὰς ἐπ' αὐτῶν ἐμπεπαρμένας κάρας ἀθρήσαντας, τὰς δὲ κατὰ τὸ ἄστυ ἐκσφενδονωμένας καὶ ταῖς ἐπάλξεσι προσαρασσομένας τοῦ ἄστεος, καὶ ταύτας τῶν ὁμοεθνῶν καὶ συγγενῶν εἶναι ἀκριβῶς ἐπιφρασαμένους, φρίκη μὲν ἐκ τοῦ εὐθέος καὶ ἀλλοίωσις ᾕρει φρενῶν, καὶ παρὰ τὴν οἰκτρὰν καὶ ἀπροσδόκητον ὄψιν ἐπεπήγεσαν. ἐντεῦθεν ἀνδρῶν οἰμωγαὶ, καὶ κωκυτὸς τῶν γυναίων ἠκούετο, καὶ σχῆμα τὸ ἄστυ κατεῖχεν ἁλώσεως, ὀλοφυρομένων ἁπάντων καὶ ἀποκλαιομένων τὰ φίλτατα. ἀλλὰ καὶ ὣς οὐκ ἔμελλεν αὖθις Ῥωμαίοις εἶξαι καὶ σπείσασθαι· τῷ ἐρυμνῷ δὲ πίσυνοι τοῦ σφετέρου πτολίσματος, παρέθηγόν τε τὰς προθυμίας, καὶ καθωπλισμένοι τὴν τῶν Ῥωμαίων παρετηροῦντο ῥοπὴν, ἵν', εἴ τις ἐπῄει, ἀμύνοιντο. ὁ δὲ στρατηγὸς, τῇ σάλπιγγι σημήνας τὸν πόλεμον, ἐῤῥωμενέστερόν τε διακινδυνεύειν ἐγκελευσάμενος, τῷ τείχει προσῆγε τὸ στράτευμα. καὶ δῆτα τῆς μάχης ἀναῤῥαγείσης ἦν ὁρᾷν ἔργα χειρῶν καὶ τόλμης γιγνόμενα ἔμπλεα, πολλαχῇ τῶν δοράτων ἀκοντιζομένων, καὶ τῶν βελῶν δίκην χειμερίων νιφάδων ἐκπεμπομένων, καὶ θαμινὰ τῶν λίθων τῶν πετροβόλων ὀργάνων ἀφιεμένων, καὶ ταῖς ἐπάλξεσι προσαρασσομένων. οἱ δὲ βάρβαροι καὶ αὐτοὶ τῆς ἀνάγκης κατεπειγούσης ῥωμαλέως ἀντηγωνίζοντο, ἐκ τοῦ τείχους τε ἀμυνόμενοι καὶ ἀντιτοξεύοντες, καὶ 16 πελέκεις ἄνωθεν ῥιπτοῦντες, καὶ ταλαντιαίους λίθους ἐπαφιέντες· καὶ οὐδὲν ὅ,τι παρεῖτο τούτοις τῶν εἰς τὸ πολεμεῖν ἀμυντηρίων, καὶ οὐχ ἧττον ἀντέδρων, ὧν ἔπασχον. ὁ γὰρ προφανὴς κίνδυνος καὶ ἡ τῆς σωτηρίας ἀπόγνωσις παρεκρότει τούτους ὑπὲρ δύναμιν ἀγωνίζεσθαι, καὶ τοῖς δυσμενέσι παραβόλως ἀντικαθίστασθαι. θʹ. Νικηφόρος δὲ, ὁ τῶν Ῥωμαίων στρατηγὸς, ἐπεὶ καὶ τὸν περίβολον τοῦ ἄστεος ἐχυρόν τε ἀτεχνῶς ἑώρα, καὶ τὴν ἄλλως δυσέμβολον καὶ ἀνάλωτον (οὐ γὰρ