πέτρα. μνήσθητι δούλης, ἀλλὰ καὶ ποθουμένης, καὶ τὰς ἀμοιβὰς νῦν πάρασχέ μοι πλέον. ψυχὴν ἐμὴν τίμησον εὐσπλάγχνοις τρόποις· ἐξιλεοῦ μοι δωρεαῖς τὸν δεσπότην, λαμπροὺς μεσίτας ἐργομόχθους εἰσάγων πτωχῶν πενήτων χεῖρας ἐστενωμένας· θνητὴ γὰρ οὖσα καὶ ῥεούσης οὐσίας καὶ πρὸς τὸ φαῦλον εὐκόλως κινουμένης ψυχὴν κατεσπίλωσα τὴν ἐμὴν πάλαι· ἣν οὐδὲν οὕτως λευκάναι κατισχύει ὡς χεὶρ πλατεῖα δωρεῶν καὶ χαρίτων. ἔπειτα τὴν γραῦν τὴν ἐμήν, φεῦ, μητέρα γηρωκόμησον καὶ γενοῦ βακτηρία σαρξὶ ῥυείσαις ἐκ χρόνων τε καὶ πόνων. ψυχῆς δ' ἐμῆς φρόντισμα τῶν πάντων πλέον, τὸν σύγγονόν μοι Ῥωμανὸν νέον κλάδον ταῖς χερσί σου τίθημι, σοὶ λείπω μόνῳ· οὕτως ὄναιο σῆς, ἄναξ, σκηπτουχίας, οὕτως ὄναιο τοῦ κράτους καὶ τοῦ στέφους, ὡς τοῦτον ἕξεις ἀντιληπτικωτάτως. τὸν πάππον οἶδας καὶ τὸ πάππου παιδίον, τὸν φύντα τοῦτον, εὐγενεῖς πεφυκότας· τήρησον αὐτῷ τοῦ γένους τὴν ἀξίαν, φύλαξον αὐτῷ τὰς ἐφ' ἡμῖν ἐλπίδας, ναί, πάντα μοι πρὶν καὶ πάλιν, Μονομάχε, ἡ κλῆσις «ἡ πάγγλυκος ἡ ποθουμένη», καὶ χαῖρε καὶ φρόντιζε τῶν ἐνταλμάτων.» Ὡς οὖν ἐκείνης συλλαλούσης σοι πάλιν καὶ συμπαρούσης εἰς ἀεὶ τῇ καρδίᾳ, ἀναψυχήν, κράτιστε, θυμήρη λάβε. ἔπειτα ῥῖψον τὰς βολὰς τῶν ὀμμάτων, στρέψον δὲ τὸν νοῦν τοῦ πάθους ὡς ἐκ ζάλης εἰς τὸν φαεινὸν τῶν ἀνακτόρων λύχνον, τὸ κοινὸν ἐντρύφημα τῆς οἰκουμένης, τὸ λαμπρὸν ἀγλάϊσμα τῆς ἁλουργίδος, τὸ τοῦ κράτους στήριγμα τῆς σκηπτουχίας, τὸ τοῦ στέφους ἔρεισμα τῶν ἀνακτόρων, τὸν πύργον ἢ τὸ τεῖχος ἢ καὶ τὴν βάσιν, Ζωήν, τὸ καλλώπισμα γῆς τε καὶ πόλου. ἰδὼν δὲ πᾶσαν τοῦ προσώπου τὴν χάριν καὶ τὴν ἀπαστράπτουσαν ἀκροφεγγίαν παρηγόρησον τὴν σεαυτοῦ καρδίαν. ὕπνου μέτασχε καὶ τροφῆς, σκηπτροκράτορ· ἔχεις γὰρ ὄντως τῆς τροφῆς ὑπηρέτιν τὴν ἐκ Θεοῦ δοθεῖσαν ἡμῖν τοῖς κάτω, τὸ φαιδρὸν ἀγλάϊσμα τῆς Βυζαντίδος, τὸ σεμνὸν ἄνθος, τὴν γονὴν τῆς πορφύρας, Θεοδώραν, τὸ κάλλος αὐτοῦ τοῦ βίου. αὕτη τὰ πάντα σοι γενέσθω τῷ κράτει, ὑπηρέτις, δέσποινα καὶ πάλιν λάτρις. καὶ χαῖρε, λειμών, ἄστρον ἐψυχωμένον· καὶ σὺν Θεῷ, κράτιστε, τῷ σκέποντί σε ἄνασσε, βασίλευε τῆς οἰκουμένης.