ἀπαριθμεῖσθαι; ἀρκεῖ γὰρ τέως ἡ μαντική. ἐγὼ δ' ὡς οἶμαι, εἴ γε προεγεγόνει τοῦτο, καὶ ταῦτ' ἂν γενναίως ἀπεμνημόνευσε καὶ μετὰ τῶν ἐν ∆ελφοῖς ἀπηρίθμησε μανεισῶν γυναικῶν, Σίβυλλαν Ἐρυθραίαν τιθεὶς μόνον οὐχ ἑξατόνῳ μέτρῳ τοὺς λόγους ἐντείνουσαν. ὑποπτεύω δὲ καὶ τὸ δόσει θείᾳ παρὰ Πλάτωνι κείμενον, μὴ ἐντεῦθεν ἡ ∆οσιθέα τὸ ὄνομα εὕρατο. ἆρ' οὖν ἔχει τις εἰπεῖν διαφορὰν τῶν Ἑλληνικῶν ὕθλων πρὸς τὰ παρ' ἐκείνοις τελούμενα; ἥ τε γὰρ παρ' ἐκείνοις ἐμεμήνει προφῆτις καὶ αὔτη παρήλλακτο. ἡ τελετὴ ἴση, ἡ βακχεία ὁμοία, ἀπαράλλακτος ἡ παραφορά, ἡ κατοχή, ἡ ἐπίπνοια· ἰσόσταθμα πάντα καὶ ἰσομέτρητα. πλὴν ὅσον ἡ μὲν ἐν ∆ελφοῖς καὶ ἐν ∆ωδώνῃ ὠργίαζε παρὰ Κροίσῳ τῷ Λυδῷ, παρὰ τῷ τοῦ Λαβδάκου Λαΐῳ, παρὰ Σόλωνι, ἡ δὲ ἐν τοῖς ἱεροῖς ἡμῶν ἐμεμήνει, ἐν τοῖς δεσποτικοῖς ἀδύτοις, παρὰ τῷ μεγάλῳ ἀρχιερεῖ. πόσῳ ταῦτ' ἐκείνων μανιωδέστερά τε καὶ βακχικώτερα; Ἀλλὰ μὴ πλείω τὰ τῶν Ἑλλήνων· ὡς γὰρ εἰδότων ὑμῶν τἆλλα σιγῶ. μετρῶ δὲ καὶ τὸν λόγον πρὸς τὴν ἀκρόασιν, ἵνα μὴ φορτικὸς ὑμῖν δόξω καὶ πλημμελής. τῆς δέ γε Χαλδαίων ἱερατικῆς τέχνης οἶδα μὲν ὡς οἱ πλείους ὑμῶν ἀνήκοοι καθεστήκατε. ἀρχαία γὰρ αὕτη καὶ πρεσβυτέρα φιλοσοφία καὶ τοῖς πλείοσιν ἄγνωστος· τὸ γὰρ σέβας τούτων μυστηριῶδές τε καὶ ἀπόρρητον. Ἰουλιανὸς δέ τις ἀνὴρ ἐπὶ Τραϊανοῦ βασιλέως ἐν ἔπεσι τὰ τούτων ἐξέθετο δόγματα, ἃ δὴ καὶ λόγιά φασιν οἱ τὰ ἐκείνων σεμνύνοντες. τούτοις οὖν ὁ φιλόσοφος ἐντυχὼν Πρόκλος, ἀνὴρ κρείττονος μὲν τετυχηκὼς φύσεως, πᾶσαν δὲ φιλοσοφίαν ἠκριβωκώς, Ἕλλην δ' ἄντικρυς, χαλδαΐσας ἀθρόον τὰ ἐκείνων ἐπρέσβευσε καὶ τὰς Ἑλληνικὰς ἀποδείξεις "λόγων καταιγίδας" ὠνομακώς, ὡς ὁ Γαζαῖος Προκόπιος ἱστορεῖ, ἐπὶ τὴν ἱερατικὴν ἐκείνην τέχνην ὅλοις ἱστίοις ἀπένευσεν. οὗτος τὴν ἐξηγητικὴν εἰς ἄκρον ἀκριβωσάμενος δύναμιν τὴν τῶν ἐπῶν διαλύει συνθήκην καὶ λόγῳ πεζῷ τὰ ἐκείνων ἐκτίθησι δόγματα. τούτων οὖν ὀλίγ' ἄττα τοῖς κατηγορουμένοις νυνὶ παραθήσομαι, ὅπως ἂν γνοίητε, ὅτι παλαιὰν καὶ πολλοῖς χρόνοις κατασιγασθεῖσαν ἀσέβειαν ὁ μέγας τῆς ἐκκλησίας φωστὴρ καὶ νέος δογματιστὴς τοῖς εὐαγγελίοις συνήνεγκεν. Εἰρηκὼς γὰρ οὗτος περὶ διαφορᾶς τῶν καλουμένων θείων δυνάμεων, ὡς αἱ μὲν ὑλικώτεραι, αἱ δὲ ἀϋλότεραι, καὶ αἱ μὲν ἱλαραί, αἱ δὲ ἐμβριθεῖς, καὶ αἱ μὲν μετὰ δαιμόνων, αἱ δὲ καθαρῶς παραγίνονται, εὐθὺς ἐπιφέρει περὶ καιρῶν καθ' οὓς καλοῦνται, καὶ περὶ τόπων ἐν οἷς, καὶ περὶ τῶν ὁρώντων τὸ θεῖον φῶς ἀνδρῶν ἢ γυναικῶν, σχημάτων τε τούτων καὶ θείων συνθημάτων, καὶ μέτεισιν οὔτως ἐπὶ τὰς ἐνθεαστικὰς θεαγωγίας. "Ὧν", φησίν, "αἱ μὲν ἐπὶ ἀψύχων εἰσίν, αἱ δὲ ἐπὶ ἐμψύχων, καὶ τούτων αἱ μὲν ἐπὶ λογικῶν, αἱ δὲ ἐπὶ ἀλόγων. καὶ γὰρ ἄψυχα," φησί, "πολλάκις πληροῦνται θείου φωτὸς ὥσπερ τὰ χρησμῳδοῦντα τῶν ἀγαλμάτων ἐξ ἐπιπνοίας θεῶν τινος ἢ δαιμόνων ἀγαθῶν. καὶ ἄνθρωποι δὲ κάτοχοι γίνονται καὶ δέχονται πνεῦμα θεῖον, οἱ μὲν ἐκ ταὐτομάτου καθάπερ οἱ λεγόμενοι θεόληπτοι κατά τινας περιόδους τοῦτο πάσχοντες καὶ ἀορίστως, ὁπότε τύχοιεν, οἱ δὲ ἀνακινήσαντες ἑαυτοὺς πρὸς τὸν ἐνθεασμὸν ἔκ τινος προαιρετικῆς ἐνεργείας ὥσπερ ἐν ∆ελφοῖς ἡ προφῆτις περικαθίσασα τῷ στομίῳ καὶ ἄλλοι μαντικοῦ πιόντες ὕδατος." Εἶτα εἰπὼν ἃ δεῖ ποιεῖν αὐτούς, ἐπάγει· "καὶ τούτων προσγινομένων ἐνεργῆσαι δεῖ τὴν θεαγωγίαν καὶ ἐπίπνοιαν γενέσθαι καὶ παράλλαξιν τῆς διανοίας. ἀλλὰ καὶ τούτων τῶν ἐνθεασμῶν οἱ μὲν γίνονται παντελῶς ἐξισταμένων τῶν κατόχων καὶ οὐδαμῶς ἑαυτοῖς παρακολουθούντων, οἱ δὲ θαυμαστόν τινα τρόπον μετὰ παρακολουθήσεως, ὅπου γε δὴ καὶ εἰς ἑαυτὸν δύναται τῇ θεαγωγίᾳ χρῆσθαι καὶ αὐτὸν εἰσδεξάμενον τὴν ἐπίπνοιαν εἰδέναι, τίνα τε ἐνεργεῖ καὶ τί φθέγγεται καὶ πόθεν δεῖ ἀπολύειν τὸ κινοῦν· παντελοῦς γὰρ τῆς ἐκστάσεως γινομένης ἄλλου πάντως χρεία τοῦ ἐφεστῶτος τοῖς κατόχοις καὶ νήφοντος." Εἶτα δὴ πολλὰ εἰρηκὼς περὶ