Ἐπείπερ τὸ φιλομαθὲς τὸ σόν, ὦ στεφηφόρε, ἑρμηνευθῆναι γλίχεται τὴν ξένην καὶ ποικίλην τοῦ τῶν ᾀσμάτων Ἄισματος ἐξήγησιν καὶ γνῶσιν, ἰδού σοι τῷ θεσπίσματι πεισθέντες, αὐτοκράτωρ, καὶ τὰς ἐλπίδας θέμενοι πρὸς τὸν δεσπότην πάντων, δηλοῦμεν τὴν ἐξήγησιν πᾶσάν σοι τῶν Ἀισμάτων ἐν ἁπλουστάταις λέξεσι καὶ κατημαξευμέναις. Ὁ γὰρ προφήτης Σολομῶν, ὁ πάνσοφος ἐκεῖνος, ὁ παῖς τυγχάνων τοῦ ∆αυίδ, ἀλλ' ἐκ τῆς τοῦ Οὐρίου, τρεῖς συνεγράψατό τινας ἐν βίῳ πραγματείας. ἡ μὲν καλεῖται νουνεχῶς τοῖς πᾶσι Παροιμίαι, ἔχουσα παίδευσιν ἠθῶν, παθῶν ἐπανορθώσεις καὶ τῶν πρακτέων συνεχεῖς καὶ θείας ὑποθήκας· ἡ δέ πως Ἐκκλησιαστὴς κέκληται τοῖς ἀνθρώποις, τὸ μάταιον διδάσκουσα τὸ τοῦ παρόντος βίου· ἡ δέ γε τρίτη συνεχῶς ἐκείνου πραγματεία αὕτη τυγχάνει, δέσποτα, τὸ τῶν ᾀσμάτων Ἆισμα, τὸν τρόπον καταγγέλλουσα ποικιλοτρόπως ἄγαν τῆς τελειώσεως αὐτῆς ψυχῶν τῶν τῶν ἀνθρώπων, ἀλλ' ὡς ἐν σχήματί τινι σεμνῷ νυμφοστολίας. σοφῶς γὰρ ὑποτίθησι τὸν μὲν Χριστὸν νυμφίον, νύμφην δὲ πάλιν τὴν ψυχὴν ἐρῶσαν τοῦ νυμφίου καὶ πτερουμένην ἔρωτι τῷ τούτου κατὰ κράτος καὶ πρὸς ἐκείνου τὰς μονὰς ἀνιπταμένην τάχα. ἔχει δ' ἐμφάσεις καί τινας περὶ τῆς ἐκκλησίας. Ἀλλ' ἀπαρξώμεθα λοιπὸν σύν γε θεῷ τῶν λόγων. φησὶν ἡ νύμφη παρευθὺς πρὸς τοὺς ἀγγέλους τάδε, οὓς θυγατέρας τῆς Σιὼν ἐκάλεσεν ὁ λόγος· μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἱερουσαλήμ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρρεις Σολομῶντος [1, 5]. Ταῦθ' ὁμιλεῖ τὸ πρώτιστον ἡ νύμφη τοῖς ἀγγέλοις· χρὴ γὰρ αὐτὰ τὰ ῥήματα τῆς νύμφης προτιθέναι καὶ μηδαμῶς στιχοπλοκεῖν ταῦτα καὶ μεταλλάττειν. Ἀκούσατέ μου τῆς φωνῆς, φησίν, ὦ θυγατέρες τῆς ἄνω Ἱερουσαλὴμ τῆς σεβασμιωτάτης. ὁμοῦ γὰρ ἔγωγε καλὴ καὶ μέλαινα τυγχάνω· μέλαινα μὲν ὡς τοῦ Κηδὰρ σκήνωμα πρὶν φανεῖσα, φημὶ δ' ἐκ παραβάσεως τῆς ἐντολῆς τῆς πρώτης (ὁ γὰρ Κηδὰρ ὁ ζοφερὸς λέγεται καὶ σκοτώδης), καλὴ δὲ πάλιν πέφυκα νυνὶ τῇ μετανοίᾳ, συννεκρωθεῖσα τῷ Χριστῷ τῷ εἰρηνικωτάτῳ (εἰρηνικὸς γὰρ λέγεται πᾶς Σολομῶν ἀξίως). Σὺ δὲ μηδ' ὅλως ἐκπλαγῇς ἅπερ ἡ νύμφη λέγει, ὡς ἐν ταὐτῷ καὶ μέλαινα καὶ καλὴ νῦν τυγχάνει. πᾶσα γὰρ μέλλουσα ψυχὴ πρὸς ἀρετὰς προκόπτειν καὶ πρὸς τὸ φῶς ἀνάγεσθαι καὶ φεύγειν ἐκ τοῦ σκότους οὐ παρευθὺς ὁλόφωτος καὶ καθαρὰ τυγχάνει, ἀλλ' ὅσον πρὸς τὴν ἀρετὴν προκόπτει μετὰ πόνου, τοσοῦτον ἀπαλλάττεται τοῦ σκότους τῆς ἀπάτης καὶ λαμπροτέρα γίνεται πάντως καὶ φαιδροτέρα. Εἶτά φησι πρὸς τὰς αὐτὰς ἡ νύμφη θυγατέρας· μὴ βλέψετέ με ὅτι ἐγὼ μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος [1, 6] Μὴ γοῦν νομίσητε, φησίν, οὕτως ἐμὲ πλασθῆναι, καὶ σκοτεινὴν καὶ ζοφερὰν καὶ μεμελανωμένην· ἐπλάσθην γὰρ ὁλόφωτος παρὰ τοῦ πλαστουργοῦ μου, ἀλλ' ὁ φλογώδης ἥλιος, τῶν πειρασμῶν ἡ ζέσις, δεινῶς με παρεβλέψατο καὶ μεμελάνωκέ με. υἱοὶ μητρός μου ἐμαχέσαντο ἐμοί [1, 6]. Ἐμὲ γὰρ ἐπολέμησαν, φησὶν ἡ νύμφη πάλιν, καὶ παραβάτην ἔδειξαν δαίμονες ἀποστάται. τούτους γὰρ εἴρηκε μητρὸς υἱοὺς αὐτῆς τυγχάνειν ὡς δὴ καὶ τούτους ἐκ θεοῦ κτισθέντας μετὰ πάντων· ἐπείπερ ὅσα κτίσματα τυγχάνομεν ἐν βίῳ, κἂν ἄγγελοι, κἂν ἄνθρωποι, κἂν δαίμονες, κἂν λίθοι, ὡς ἀδελφοὶ τυγχάνομεν εἰς λόγον πλαστουργίας· σύμπαντες γὰρ ἐπλάσθημεν ἐκ θεοῦ παντεργάτου. Εἶτα καὶ λέγει πρὸς αὐτοὺς τὸν τρόπον τοῦ πολέμου· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶνι· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα [1, 6] Ἐν παραδείσῳ γάρ, φησί, πλασθεῖσα καὶ τεθεῖσα ὥστε φυλάσσειν ἐντολὴν τοῦ μὴ φαγεῖν ἀκαίρως, τὸν νόμον οὐκ ἐφύλαξα, τὴν ἐντολὴν παρέβην. Καὶ ταῦτα μὲν ὀδύρεται δῆθεν πρὸς τοὺς ἀγγέλους. ἀλλὰ προκόψασα μικρὸν ὥσπερ ἐν μετανοίᾳ φωνεῖ μεγάλως καὶ ζητεῖ τὸν λόγον καὶ νυμφίον. φησὶ γὰρ οὕτω πρὸς αὐτόν, ὥσπερ ἐρῶσα τούτου· ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ μένεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ; [1, 7]. Φησίν, ἐν τάχει λέγε μοι, ποῦ μένεις, ποῦ κοιτάζεις, ὁ