15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
Εὐνόμιον ὡς μὴ δυνάμενον ἐπιχειρεῖν λογικῶς καὶ αἰσχυνόμενος ὅτι τοιούτῳ ἀμαθεστάτῳ ἀνδρὶ κατὰ τοὺς λόγους συμπλέκεται. ἐχρῆν, γάρ φησιν, ὦ Εὐνόμιε, δύο προτείνας ἡμῖν ἐρωτήματα, εἴ γε λογικῶς ἐπεχεί ρεις, ἄμεσα ταῦτα ποιεῖν, ἵν' ἑκατέρῳ ἔχῃς ἑαλωκότας, ἔμμεσα δὲ ταῦτα προτείνας οὐχ ἕξεις θάτερον ἀποφυγόντας, ἐν θατέρῳ περιπεπτωκότας· οὐ γὰρ ὥσπερ ἀρετὴ καὶ κακία καὶ περισσὸν καὶ ἄρτιον καὶ ὑγεία καὶ νόσος ἄμεσα πέφυκε κατὰ τὸν σὸν Ἀριστοτέλην, οὕτω δὴ καὶ οὐσία καὶ ἐνέργεια οὐδὲν ἔχετον μέσον. διὰ τοῦτό φημί σοι ὡς «ὁ πατὴρ οὔτε οὐσίας ὄνομα οὔτε ἐνεργείας», τινὸς «δὲ σχέσεως καὶ τοῦ πῶς ἔχει πρὸς τὸν υἱὸν ὁ πατὴρ ἢ ὁ υἱὸς πρὸς τὸν πατέρα». οὐχ ὁρᾷς γὰρ ὅτι καὶ «παρ' ἡμῖν» ταυτὶ τὰ ὀνόματα τῆς πρὸς ἄλληλα σχέσεως δηλωτικὰ πέφυκεν; ὁ γὰρ εἰρηκὼς πατέρα ἢ υἱὸν οὐ μᾶλλον οὐσίαν ἐγνώρισεν ἢ σχέσεις τὰς πρὸς ἄλληλα καὶ τὴν ἐν ἀμφοτέροις τοῖς προσώποις ὁμοφυΐαν. ἐντεῦθεν γοῦν καὶ ἡ θεολογία, βουλομένη τὸ ταὐτὸν τῆς φύσεως ἐν ταύταις δεῖξαι ταῖς ὑποστάσεσι, τούτοις χρῆται τοῖς ὀνόμασι πρὸς δήλωσιν τῆς ὁμοφυΐας· ὁμοφυὴς γὰρ πατὴρ καὶ υἱός. καὶ ὥσπερ πάντα ὅσα ὑπὸ τὸ πρός τι ἀνάγεται, ἃ δὴ καὶ ἐν δέκα συζυγίαις οἱ δεινοὶ περὶ ταῦτα διηριθμήκασι, τῆς πρὸς ἄλληλα σχέσεως σημαντικὰ πέφυκεν, οὕτω δὴ καὶ τὸ πατὴρ καὶ τὸ υἱός, καὶ ταῦτα μᾶλλον, ὅτι καὶ κατὰ φύσιν τούτοις τὸ πρός τι πῶς εἶναι πρὸς ἄλληλα.
3 Εἰς τὸ «ἐὰν δὲ λεγόντων ἡμῶν» «Ἐὰν δὲ λεγόντων ἡμῶν», φησὶν ὁ πατήρ, «ὅτι τῷ αἰτίῳ μείζων ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν «τὸ δὲ αἴτιον φύσει» πρότασιν, ἔπειτα τὸ «μεῖζον τῇ φύσει» συνάγωσιν, οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογίζονται ἢ τοὺς πρὸς οὓς ὁ λόγος. οὐ γὰρ ἁπλῶς, ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ
ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλὰ δῆλον κατὰ τίνος καὶ τίνα.»
Ὁ μὲν τοῦ θεολόγου λόγος οὗτος· ὁ δέ γε ἡμέτερος ἀσθενὴς μὲν ἢ ὅσον ἐξηγήσασθαι τὸ λογικὸν τοῦτο θεώρημα, κατάλληλος δὲ ταῖς ἡμετέραις ἐννοίαις φανήσεται· οὐ γὰρ πρὸς τὸν ἄνδρα παραμιλλώμεθα, ἀλλὰ πρὸς ὑμᾶς ἑαυτοὺς παραβάλλομεν. ἔστι δὲ τὸ ἐνταῦθα λεγόμενον σόφισμα παραλογιστικόν, ὃ δὴ οἱ τῆς τοῦ Ἀνομοίου προστάντες αἱρέσεως κακοήθως πάνυ τῇ ἐκκλησίᾳ προσφέρουσι. τοῦ γὰρ κυρίου ἐν εὐαγγελίοις εἰρηκότος ὅτι «ὁ πατὴρ μείζων μού ἐστιν», ἡ μὲν ἐκκλησία τὸ μεῖζον ἐπὶ τοῦ αἰτίου μόνον ἐδέξατο. εἰ γὰρ καὶ ὁμοτιμίαν κηρύττομεν ἐν ταῖς τρισὶν ὑποστάσεσι καὶ τὴν αὐτὴν δόξαν τε καὶ λαμπρότητα, ἀλλὰ κατ' ἄλλον πάλιν λόγον μείζονά φαμεν τὸν πατέρα αὐτοῦ τε τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, ὅτι ὁ μὲν οὐχ ὑφ' ἑτέραν ἀρχὴν ἄνεισιν, ἀλλ' αὐτὸς πρώτη τῶν πάντων ἀρχή, τὰ δὲ ἐκεῖθέν τε πρόεισιν ὡς ἐξ αἰτίου καὶ παρὰ τούτῳ μένει καὶ πρὸς αὐτὸν ἄνεισι. μείζων οὖν ὁ πατὴρ ὅτι αἴτιος ἀμφοῖν, τῷ μὲν υἱῷ τῆς γεννήσεως, τῷ δὲ πνεύματι τῆς ἐκπορεύσεως. Ἡ μὲν οὖν ἐκκλησία, ὡς εἴρηται, οὕτως τὸ μεῖζον ἐδέξατο, ἀλλ' ὅ γε Εὐνόμιος καὶ τἆλλα ταράττων καὶ ξυγκυκῶν καὶ τούτῳ δὴ τῷ ποτίμῳ νάματι τοὺς ἁλμυροὺς αὐτοῦ λόγους προσέμιξε. πρότασιν γὰρ θέμενος τὸ «ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ» ἑτέραν προσήρμοσεν, ὅτι «τὸ αἴτιον φύσει», ἔπειτα συνελογίσατο οὕτως· ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ, τὸ αἴτιον φύσει, καὶ συνεπέρανεν· ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῇ φύσει, διδοὺς τὸ μεῖζον ἐντεῦθεν οὐ τῷ αἰτίῳ, ὡς ὁ ὀρθὸς λόγος βούλεται, ἀλλὰ τῇ τοῦ πατρὸς φύσει, ἵν' ἐντεῦθεν αὐτῷ ὁ τῆς αἱρέσεως κατασκευ ασθῇ λόγος. βούλεται γὰρ αὐτῷ τὸ δόγμα πρώτην μὲν οὐσίαν τὸν πατέρα ποιεῖν, δευτέραν δὲ τὸν υἱὸν καὶ τρίτην τὸ πνεῦμα. «οὐκ