παραπλησίων ἐκείνῳ καὶ ἀξίους ἑαυτοὺς πεποιηκότων οὐδενὸς σκυθρωποῦ ἀλλ' ἐφ' ᾧ χαίρειν χρή. διὸ αὐτῶν ἐστι τὸ εὐαγγέλιον σὺν τῇ τοῦ θεοῦ κρίσει διακόνῳ κεχρημένῃ. 10 ii 21-25 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις; τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι' ὑμῶν βλασφημεῖται ἐν τοῖς ἔθνεσι καθὼς γέγραπται· περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. ζητῆσαι χρὴ ποσαχῶς ὁ νόμος λέγεται, καὶ μάλιστα παρὰ τῷ ἀποστόλῳ, ἵνα μὴ δόξῃ ἐναντιοῦσθαι ἑαυτῷ· ποτὲ μὲν εἰ περιτέμνεθε, Χριτὸ ὑμᾶ οὐδὲν ὠφελήει· ποτὲ δὲ περιτομὴν ὠφελεῖν ἐὰν νόμον τις πράσσῃ. ἔστιν οὖν νόμος καθ' ἕνα τρόπον ψιλὸν τὸ Μωσέως γράμμα, καθ' ὃ σημαινόμενον εἴρηται τὸ εἰ ἐν νόμῳ δικαιοῦθε τῆ χάριτο ἐξεπέατε· καὶ τὸ ὁ νόμο παιδαγωγὸ ἡμῶν γέγονεν εἰ Χριτόν. ἔστι καὶ ὁ κατὰ πνεῦμα νόμος κυρίως ὀνομαζόμενος, καθ' ὃ εἴρηται ὥτε ὁ μὲν νόμο ἅγιο καὶ ἡ ἐντολὴ ἁγία. ἔστι καὶ ὁ φυσικός, καθ' ὃ εἴρηται ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύει τὰ τοῦ νόμου ποιῇ καὶ τὰ ἑξῆς. λέγεται νόμος καὶ ἡ Μωσέως ἱστορία, ὡς ὅταν ἐν τῇ πρὸς Γαλάτας φάσκῃ λέγετέ μοι οἱ τὸν νόμον ἀναγινώκοντε τὸν νόμον οὐκ ἀκούετε, γέγραπται γάρ, Ἀβραὰμ δύο υἱοὺ ἔχεν καὶ τὰ ἑξῆς. καλεῖ δὲ καὶ τὰ προφητικὰ νόμον, ὡς ἐν τῷ νόμῳ γέγραπται, ἐν ἑτερογλώοι καὶ ἐν χείλειν ἑτέροι λαλήω τῷ λαῷ τούτῳ ἐν Ἠσαίᾳ. μήποτε δὲ καὶ τὴν Χριστοῦ περὶ τῶν πρακτέων διδασκαλίαν νόμον καλεῖ, ὡς ὅταν φάσκῃ ἑαυτὸν μὴ ἄνομον εἶναι θεοῦ ἀλλ' ἔννομον Χριτοῦ. ὅταν οὖν φάσκῃ οἵτινε ἐν νόμῳ δικαιοῦθε τῆ χάριτο ἐξεπέατε, ἀνατρέπει ἡμᾶς ἀπὸ τοῦ Μωσέως γράμματος. περιτομὴν οὖν, ἣν αὐτός φησι νῦν, ἑτέραν λέγει παρὰ τὴν κατατομήν· καὶ νόμον, τὸν πνευματικόν. δύναται δὲ νῦν νόμος νοεῖσθαι καὶ ὁ κατὰ τὰς φυσικὰς ἐννοίας· κατὰ γὰρ τὴν τῆς ψυχῆς βελτίωσιν ὁ πνευματικῶς περιτεμνόμενος ὠφελεῖται κατὰ τὴν τῶν φαύλων περιαίρεσιν, διὰ δὲ τοῦ πράττειν τὸν νόμον τὰ πρακτέα ἐργαζόμενος. δύναται δέ τις καὶ κατὰ τὸ ῥητὸν ἐκτὸς ἀναγωγῆς ἐξηγήσασθαι τὸ ῥητόν, καί φησιν ὅτι πρὸς τοὺς ἀπὸ Ἰουδαίων διαλεγόμενος τοῦτό φησιν· ἐγένετο γὰρ τοῖ Ἰουδαίοι ὡ Ἰουδαῖο ἵνα Ἰουδαίου κερδήῃ, περιτεμὼν τὸν Τιμόθεον καὶ κειράμενο καὶ καθαιρόμενος κατὰ νόμον, ὥστε καὶ πρὸς αὐτοὺς λέγειν περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς, πρὸς δὲ τοὺς ἐξ ἐθνῶν διαλεγόμενος ταύτην κωλύει, μὴ ἐναντιούμενος ἑαυτῷ· ἐπειδὴ δὲ εἴρηται ἐν τῷ περὶ ταύτης λόγῳ τῷ Ἀβραὰμ τοὺς ἐξ ἐθνῶν περιτέμνεσθαι, εἰ μὴ τοὺς ἀπὸ πέρματο αὐτοῦ, καὶ τοὺς οἰκογενεῖ καὶ ἀργυρωνήτου· ὁμοίως δὲ καὶ ἐν τῷ Λευιτικῷ περὶ τῶν υἱῶν Ἰσραὴλ εἴρηται μόνον· οὐκ ἀνάγκη δὲ καὶ τοὺς προσηλύτους τούτοις προσυπακούεσθαι, ἐπεὶ οὐδὲ τὰ περὶ τῶν Λευιτῶν ἰδικῶς νενομοθετημένα, ἢ τὰ περὶ τῶν ἱερέων, ἢ τὰ περὶ τῆς γερουσίας προσυπακούειν αὐτοῖς δίδωσι καὶ ἑτέρους. ὅταν γὰρ καὶ τοὺς προσηλύτους βούλεταί τι διαπράττεσθαι, ἰδικῶς καὶ αὐτῶν μέμνηται, ὡς ὅταν περὶ θυσίας φησίν. ἀμέλει καὶ συνεστηκότος τοῦ καλουμένου ἁγιάσματος προσέφερον καὶ προσήλυτοι· ὡς καὶ περὶ τῶν δέκα λεπρῶν τῶν καθαρθέντων ὁ κύριος ἔφη πορευθέντε δείξατε ἑαυτοὺ τοῖ ἱερεῦιν· ἀφ' ὧν αμαρείτη εἷς ἦν. ᾧ μαρτυρῶν ὁ σωτήρ φησιν οὐχὶ οἱ δέκα ἐκαθαρίθηαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθηαν ὑποτρέψαντε δόξαν δοῦναι τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴ οὗτο. εἰ δέ τις τὰ ἀπὸ τῆς Ἐξόδου ἀνθυποίσει περὶ τῶν ἐσθίειν τὸ πάσχα βουλομένων προσηλύτων, ὡς δεῖ αὐτοὺς περιτέμνεσθαι, φήσομεν ὡς ἐν ἑνὶ τόπῳ θύεθαι τὸ πάχα προσέταξεν ὁ θεός, τούτου δὲ μὴ ἱσταμένου νῦν περιττὴ ἡ περιτομὴ τοῖς ἐξ ἐθνῶν. 11 iii 1-3 τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; μὴ γένοιτο. τὸ πιστευθῆναι τὰ λόγια