ἀλλὰ πρότερον τὴν ἀλήθειαν, ἵν' οὕτως ἔλθῃ ἐπὶ τὸ ἐνιδεῖν τῇ οὐσίᾳ ἢ τῇ ὑπερέκεινα τῆς οὐσίας δυνάμει καὶ 19.6.38 φύσει τοῦ θεοῦ. καὶ τάχα γε ὥσπερ κατὰ τὸν ναὸν ἀναβαθμοί τινες ἦσαν, δι' ὧν εἰσῄει τις εἰς τὰ ἅγια τῶν ἁγίων, οὕτως οἱ πάντες ἡμῶν ἀναβαθμοὶ ὁ μονογενής ἐστιν τοῦ θεοῦ· καὶ ὥσπερ τῶν ἀναβαθμῶν ὁ μέν ἐστιν πρῶτος ἐπὶ τὰ κάτω, ὁ δὲ τούτου ἀνωτέρω, καὶ οὕτως ἐφεξῆς μέχρι τοῦ ἀνωτάτω, οὕτως οἱ μὲν πάντες εἰσὶν ἀναβαθμοὶ ὁ σωτήρ· ὁ δὲ οἷον πρῶτος κατωτέρω τὸ ἀνθρώπινον αὐτοῦ, ᾧ ἐπι βαίνοντες ὁδεύομεν κατὰ τὰ ἑξῆς αὐτοῦ ὄντα τὴν πᾶσαν ἐν τοῖς ἀναβαθμοῖς ὁδόν, ὥστε ἀναβῆναι δι' αὐτοῦ ὄντος καὶ ἀγγέλου καὶ τῶν 19.6.39 λοιπῶν δυνάμεων. καὶ κατὰ τὰς ἐπινοίας δὲ αὐτοῦ, εἴπερ ἕτερόν ἐστιν ὁδὸς καὶ θύρα, προαπαντῆσαι δεῖ τῇ ὁδῷ, ἵνα μετὰ ταῦτα οὕτως φθάσῃ τις ἐπὶ τὴν θύραν, καὶ ἄρχοντι χρήσασθαι αὐτῷ καθ' ὃ ποι μήν ἐστιν, ἵνα τις δυνηθῇ αὐτοῦ ἀπολαῦσαι καὶ βασιλέως, ὄνασθαί τε αὐτοῦ πρῶτον ὡς ἀμνοῦ, ἵνα πρῶτον ἄρῃ ἡμῶν τὴν ἁμαρτίαν, καὶ μετὰ ταῦτα κεκαθαρισμένοι φάγωμεν αὐτοῦ τῆς σαρκός, τῆς ἀλη θινῆς τροφῆς· καὶ ἐπιμελέστερόν τις τὰ παρακείμενα τούτοις ἐξε τάσας καὶ παραλαβὼν ἀκούσεται· «Εἰ ἐμὲ οἴδατε, καὶ τὸν πατέρα μου «οἴδατε», καὶ "7Ἐπεὶ ἐμὲ οἴδατε, καὶ τὸν πατέρα μου οἴδατε"7. 19.7.n Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 19.7.40 Εἰ μή τι χρήσιμον ἦν μαθεῖν ἐκ τοῦ τὰ προειρημένα ἀπηγγέλθαι ὑπὸ τοῦ σωτῆρος λελαλῆσθαι ἐν τῷ γαζοφυλακίῳ, οὐκ ἂν προσέθηκεν ὁ εὐαγγελιστὴς οἷς εἶπεν ὁ Ἰησοῦς τὸ «Ταῦτα τὰ «ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ»· καὶ πανταχοῦ γε ὅπου πρόσκειται· «Ταῦτα τὰ ῥήματα † ἃ ἐλάλησεν» ἐν 19.7.41 τῷδέ τινι τόπῳ, ἐπιστήσας εὑρήσεις τὸ τῆς προσθήκης εὔλογον. ἵν' οὖν νοηθῇ, τί τὸ ἐν τῷ γαζοφυλακίῳ ταῦτα τὰ ῥήματα [τὰ] ὑπὸ τοῦ Ἰησοῦ εἰρῆσθαι, παραθησόμεθα ἅπερ ἀπὸ Λουκᾶ καὶ Μάρκου μεμαθή καμεν, ὀνομασάντων τὸ γαζοφυλάκιον. ἀπὸ μὲν τοῦ Λουκᾶ ταῦτα· «Ἀναβλέψας δὲ εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα «αὐτῶν πλουσίους, εἶδέν τινα χήραν πενιχρὰν βάλλουσαν λεπτὰ δύο, «καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον «πάντων ἔβαλεν· πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς «ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς «πάντα τὸν βίον ἑαυτῆς, <ὃν> εἶχεν, ἔβαλεν»· ἀπὸ δὲ τοῦ κατὰ Μάρ 19.7.42 κον· «Καὶ ἑστὼς ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει, καὶ «πᾶς ἔβαλλεν χαλκὸν εἰς τὸ γαζοφυλάκιον. καὶ πολλοὶ πλούσιοι «ἔβαλλον πολλά· ἐλθοῦσα δὲ μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ «ἐστιν κοδράντης. καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν «αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων «ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· πάντες γὰρ ἐκ τοῦ «περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς 19.7.43 «πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς». τί δέ μοι βούλεται ἡ τῶν ῥητῶν παράθεσις τηρήσαντι, ὅτι τὸ γαζοφυλάκιον ἐν τῷ ἱερῷ ἦν, ὑπὲρ τοῦ νοῆσαι τὴν προκειμένην τοῦ Ἰωάννου λέξιν ἤδη λέξωμεν· εἰ τὸ ἱερὸν ἀνάγομεν τοῦ θεοῦ καὶ <τὰ> κατὰ τὸν ναὸν εἰς τὸν πνευματικὸν λόγον, τούτῳ ἀκολούθως καὶ τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον κατανοήσωμεν, ὅπερ ἐστὶν τόπος νομισμάτων εἰς τιμὴν 19.7.44 θεοῦ καὶ οἰκονομίαν ἀναπαύσεως πενήτων προσφερομένων. τὰ δὲ νομίσματα τίνα ἂν εἴη ἢ οἱ θεῖοι λόγοι τὴν εἰκόνα τοῦ μεγάλου βασιλέως ἐντετυπωμένην ἔχοντες, ὑπὸ δοκίμων τραπεζιτῶν θεωρού μενοι, τῶν χωρίζειν ἐπισταμένων ἀπὸ τῶν δοκίμων τὰ ἀδόκιμα <μὲν> προσποιούμενα δὲ εἶναι δόκιμα καὶ τηρούντων τὴν ἐντολὴν Ἰησοῦ λέγουσαν· «Γίνεσθε δόκιμοι τραπεζῖται», καὶ τὴν Παύλου διδαχὴν φάσκοντος· «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς «εἴδους πονηροῦ ἀπέχεσθε»; ἕκαστος δὴ συνεισφερέτω εἰς οἰκοδομὴν τῆς ἐκκλησίας φέρων ἐπὶ τὸ νοητὸν γαζοφυλάκιον ἃ δύναται εἰς τιμὴν τοῦ θεοῦ καὶ ὠφέλειαν τοῦ κοινοῦ. 19.8.45 Ἐπεὶ δὲ ἔστιν