Κοσμοποιΐᾳ ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον». Τούτοις ἀκολουθεῖ τὸ «κατ' εἰκόνα» τὸ σῶμα εἶναι καὶ τὸν Θεὸν ἀνθρωπόμορφον διδόναι, ἢ τὴν μορφὴν τοῦ Θεοῦ εἶναι κατὰ τοῦτο τὸ σχῆμα. Ἡμεῖς δὲ οὐχ οὕτως μεμήναμεν ὡς εἰπεῖν ἢ σύνθετον εἶναι τὸν Θεὸν ἐκ χείρονος καὶ κρείττονος, ἵνα τὸ «κατ' εἰκόνα» ἐπ' ἀμφότερον <ᾖ>, ἢ ὁλόκληρον, † ὄντος τοῦ Θεοῦ, τὸ «κατ' εἰκόνα» γέγονεν ἐν τῷ χείρονι μᾶλλον, καὶ μὴ ἐν τῷ κρείττονι. Οἱ λόγοι λεπτότεροί εἰσιν· δεόμεθα ἀκροατῶν ἰσχνὴν διάνοιαν ἐχόντων. Παρακαλῶ οὖν τοὺς ἀκροατὰς προσέχειν ἑαυτοῖς, μή ποτε αἴτιοί μοι γένωνται τοῦ ἐγκληθῆναι ὅτι τὰ ἅγια παραβάλλω κυσίν, ἀναιδέσι ψυχαῖς. Οἱ γὰρ ὑλακτικοί, οἱ κυνώδεις, οἱ ταῖς πορ νείαις, οἱ ταῖς λοιδορίαις τεταμένοι οὐδὲν ἄλλο ποιοῦσιν ἢ βαϋβίζουσιν, καὶ οὐ δεῖ τὰ ἅγιά με τοῖς τοιούτοις παραβάλλειν. Οὕτω δὲ καὶ παρακαλῶ τοὺς ἀκροατὰς μὴ αἰτίους μοι γενέσθαι τοῦ ἐγκληθῆναι ὡς μαργαρί τας τηλικούτους, οὓς συναγαγεῖν πειρώμεθα ὡς καλοὶ 13 ἔμποροι, παρατιθέντες τοῖς ἐγκυλιομένοις ἐν ταῖς ἀκα θαρσίαις τῶν σωμάτων, καὶ διὰ τοῦτο χρηματίζουσιν χοίροις· εἴποιμι γὰρ ἂν τὸν ἐν σωματικοῖς ἀεὶ κυλιόμε νον καὶ ἐγκυλινδόμενον ἐπὶ τοῖς βορβόροις τοῦ βίου καὶ μὴ σπεύδοντα ἐπὶ τὸν καθαρὸν βίον, ἐπὶ τὸν ἅγιον, τοῦτον πάντα εἶναι χοῖρον. Ἐὰν οὖν, ὁμοιουμένης «τῆς βασιλείας τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας», εὑρίσκω τοὺς καλοὺς μαργαρίτας, καὶ ὠνούμενος καὶ καμάτοις καὶ ἀγρυπνίαις παραβάλλω ψυχαῖς φιληδόνοις, καὶ τοῖς περὶ τὰ σωματικὰ βορβό ροις καὶ ἐν ταῖς ἀκαθαρσίαις ἐγκυλιομέναις, ἔσομαι κἀγὼ παρανομήσας ὅτι ἔβαλον τοὺς μαργαρίτας τοῖς χοίροις. Οἱ χοῖροι δὲ παραλαβόντες τοὺς μαργαρίτας, ἅτε μὴ βλέποντες αὐτῶν τὸ κάλλος μηδὲ αἰσθανόμενοι τῆς ὑπεροχῆς αὐτῶν, καταπατοῦσιν αὐτούς, διὰ τὸ κακῶς λέγειν τὰ καλῶς λεγόμενα, καὶ οὐ μόνον κατα πατοῦσιν τοὺς μαργαρίτας, ἀλλὰ καὶ στρεφόμενοι τοὺς διακόνους τῶν μαργαριτῶν ῥηγνύουσιν. ∆έομαι οὖν ὑμῶν, μεταμορφώθητε· θέλετε μαθεῖν ὅτι ἐν ὑμῖν ἔστιν τὸ μεταμορφωθῆναι, καὶ ἀποθέσθαι τὴν τοῦ χοίρου μορφήν, οὖσαν κατὰ τὴν ἀκάθαρτον ψυχήν, καὶ τὴν μορφὴν τοῦ κυνός, οὖσαν κατὰ τὸν ὑλακτικὸν καὶ βαϋβίζοντα καὶ κακολογοῦντα ἄνθρωπον. Ἔστιν δὲ 14 μεταμορφωθῆναι ἀπὸ ὄφεων· πονηρὸς γὰρ ἄνθρωπος ἀκούει «ὄφις» καὶ «γεννήματα ἐχιδνῶν»· εἰ τοίνυν θέλο μεν ἀκούειν ὅτι ἐν ἡμῖν ἔστιν μεταμορφωθῆναι ἀπὸ ὄφεων, ἀπὸ χοίρων, ἀπὸ κυνῶν, μάθωμεν ἀπὸ τοῦ ἀπο στόλου τὴν ἐφ' ἡμῖν μεταμόρφωσιν. Φησὶν γὰρ οὕτως· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα.» Εἰ ὑλακτικὸς ἦς καὶ ὁ λόγος σε ἔπλασεν καὶ μετεποίησέν σε, μετεμορφώθης ἀπὸ κυνὸς εἰς ἄνθρωπον. Εἰ ἀκάθαρτος ἦς καὶ ὁ λόγος καθίκετό σου τῆς ψυχῆς καὶ παρέσχες σεαυτὸν τῇ τοῦ λόγου πλάσει, μετέβαλες ἀπὸ χοίρου εἰς ἄνθρωπον. Εἰ θηριώδης ἦς, ἀκούων λόγον τὸν ἡμεροῦντα, τὸν τιθασ σεύοντα, τὸν εἰς ἄνθρωπόν σε μεταβάλλοντα ἐπὶ τῷ βουλήματι τοῦ λόγου, οὐκέτι ἀκούσει «ὄφις, γεννήματα ἐχιδνῶν». Οὐκ ἂν γὰρ εἰ ἀδύνατον ἦν τοὺς ὄφεις τού τους, <τοὺς> κατὰ ψυχὴν διὰ κακίαν ὄφεις, μεταβαλεῖν, ὁ Σωτὴρ ἔλεγεν (ἢ ὁ Ἰωάννης)· «Ποιήσατε οὖν καρ ποὺς ἀξίους τῆς μετανοίας.» Μετανοήσας οὐκέτι εἶ «ὄφις, γεννήματα ἐχιδνῶν». Ἐπεὶ τοίνυν περὶ ἀνθρώπου πρόκειται λέγειν, καὶ περὶ τῆς ψυχῆς τοῦ ἀνθρώπου ζητεῖν εἰ μή ἐστιν αἷμα, καὶ ὁ λόγος ἡμᾶς ἀπῄτησε φθάσαι ἐπὶ τὸν περὶ δύο ἀνθρώπων καθ' ἕκαστον λόγον, καὶ ἤλθομεν ἐπὶ λόγον μυστικόν, παρακαλοῦμεν ὑμᾶς ἵνα μὴ ἐγκληθῶ δι' ὑμᾶς ὡς τοὺς μαργαρίτας χοίροις, ὡς τὰ ἅγια κυσὶ 15 βαλών, ὡς ῥίψας τὰ θεῖα τοῖς ὄφεσιν, ὡς μεταδοὺς «τοῦ ξύλου τῆς ζωῆς» τῷ ὄφει. Ἵνα μὴ ἐγκληθῶ, μεταμορφώθητε, «ἀπόθεσθε τὴν κακίαν», στάσιν, «ὀργήν», μάχας, «θυμόν», λύπας, διχόνοιαν, ἵνα μὴ ᾖ μηκέτι «ἐν ὑμῖν σχίσματα ἀλλ' ἦτε κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ». Ἀγωνιῶ καὶ εἰπεῖν, ἀγωνιῶ καὶ μὴ εἰπεῖν. ∆ιὰ τοὺς ἀξίους θέλω