5
ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἐθελήσατε· ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Καὶ ἴδωμέν γε εἰ μὴ λεκτέον, ἐν τούτοις, τὸν μὲν Σωτῆρα ἀληθεύειν, οὐχ εὑρίσκεσθαι δὲ τὰς Γραφὰς, ὅσαι δηλοῦσι τὰ ὑπὸ τοῦ Σωτῆρος ἱστορούμενα· οἱ γὰρ οἰκοδομοῦντες τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμοῦντες τὰ μνημεῖα τῶν δι- καίων, καταγνόντες τῶν ὑπὸ τῶν πρεσβυτέρων εἰς 11.69 τοὺς δικαίους καὶ εἰς τοὺς προφήτας τετολμημένων, φασίν· «Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.» Λεγέτω τις οὖν ἡμῖν, ποίων προφητῶν τῷ αἵματι; Ποῦ γὰρ ἀναγέγραπταί τι τῶν τοιούτων περὶ Ἡσαΐου, ἢ Ἱερεμίου, ἢ τινὸς τῶν ιβʹ, ἢ τοῦ ∆ανιήλ; Ἀλλὰ καὶ περὶ τοῦ Ζαχαρίου υἱοῦ Βαραχίου φονευθέντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἀπὸ μὲν Ἰησοῦ μεμαθήκαμεν, ἀπ' οὐδεμιᾶς δὲ ἄλλης Γραφῆς ἔγνωμεν. ∆ιὸ οὐδὲν οἶμαι ἄλλο οἰκονομεῖσθαι, ἢ τοὺς νομιζομένους σοφοὺς, καὶ ἄρχοντας, καὶ πρεσβυτέρους τοῦ λαοῦ ὑπεξελεῖν τὰ τοιαῦτα, ὅσα περιεῖχεν αὐτῶν κατηγορίαν παρὰ τῷ λαῷ. Οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ ἀληθῆ τυγχάνουσαν τὴν περὶ Σωσάνναν ἐπιβουλευθεῖσαν ὑπὸ ἀκολάστων πρεσβυτέρων ἱστορίαν οἱ μὴ μακρὰν τυγχάνοντες τῆς προαιρέσεως τῶν πρεσβυτέρων ἐκείνων ἐξέκλεψαν, καὶ ὑφεῖλον ἀπὸ τῶν Γραφῶν. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων ὁ Στέφανος μαρτυρῶν 11.72 ἐπὶ πολλοῖς, καὶ ταῦτα λέγει· «Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν, καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ ∆ι- καίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε;» Ἀληθεύειν μὲν γὰρ τὸν Στέφανον πᾶς ὁστισοῦν τῶν προσιεμένων τὰς Πράξεις τῶν ἀποστόλων ὁμολογήσει· ἀποδεῖξαι δὲ καὶ ἀπὸ τῆς παλαιᾶς ∆ιαθήκης, πῶς εὐλόγως μέμφεται τοῖς πατράσι τῶν εἰς τὸν Ἰησοῦν ἀπιστούντων, ὡς διώξασι τοὺς προφήτας καὶ ἀποκτείνασιν, οὐ δυνατὸν ἀπὸ τῶν φερομένων βιβλίων τῆς Καινῆς ∆ιαθήκης· καὶ ὁ Παῦλος ἐν τῇ προτέρᾳ τῆς πρὸς Θεσσαλονικεῖς ἐπιστολῆς ταῦτα περὶ Ἰουδαίων μαρτυρῶν φησίν· «Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ· ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων· κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσι.» Καὶ οἶμαι δὲ ἀποδεδειχέναι ἐν τοῖς προκειμένοις, ὅτι οὐδὲν ἄτοπόν ἐστι, γεγονέναι μὲν τὴν ἱστορίαν, καὶ τὴν μετὰ πολλῆς ἀκολασίας ὠμότητα τετολμῆσθαι τοῖς τότε πρεσβυτέροις κατὰ τῆς Σωσάννης, καὶ γεγράφθαι μὲν προνοίᾳ τοῦ Πνεύματος, ὑπεξαιρεῖσθαι δὲ, ὡς ἂν εἴποι τὸ Πνεῦμα, ὑπὸ τῶν ἀρχόντων Σοδόμων. Πρὸς τούτοις ἔφασκες, ὅτι ὁ ∆ανιὴλ ὑπὸ μὲν τῆς Γραφῆς ταύτης λέγεται Πνεύματι ληφθεὶς ἐκβεβοηκέναι, ὡς ἀδίκως ἡ ἀπόφασις ἔχοι, ἡ δὲ φερομένη ὁμολογουμένως ὑπ' αὐτοῦ Γραφὴ ἄλλῳ τρόπῳ περιέχει αὐτὸν προφητεύοντα, τουτέστιν ὁράμασι, καὶ ὀνείροις, καὶ ἀγγέλου ἐπιφανείᾳ· οὐδαμοῦ δὲ ἐπιπνοίᾳ προφητικῇ. Σὺ δέ μοι ἔοικας μὴ πάνυ τετηρηκέναι τὸ, «Πολυμερῶς καὶ πολυτρόπως πάλαι τὸν Θεὸν λελαληκέναι τοῖς πατράσιν ἐν τοῖς προφήταις,» οὐ μόνον ἐν τοῖς πᾶσιν, ἀλλὰ καὶ ἐν τοῖς καθ' ἕνα. Παρατηρήσας δὲ εὑρήσεις τοῖς αὐτοῖς ἁγίοις καὶ ἐνύπνια γενόμενα θεῖα καὶ ἐπιφανείας ἀγγελικὰς, καὶ ἐπιπνοίας. Ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος μαρτυρίαις χρήσασθαι τοῖς περὶ τοῦ Ἰακὼβ γεγραμμένοις· ὃς περὶ μὲν θείων ἐνυπνίων τοιαῦτα διηγεῖται· «Καὶ ἐγένετο, ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, καὶ εἶδον ἐν τοῖς ὀφθαλμοῖς μου αὐτὰ ἐν ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι, καὶ ποικίλοι, καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ' ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπον· Τί ἐστι; καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ