κεφάλαιον δὲ λέγεται, ὡς οἶμαι, ἀπὸ τοῦ καὶ τὴν κεφαλὴν ἡμῶν ἅπαντα ἔχειν ἐν αὐτῇ καὶ τὰ ὅλα ἡμῶν τῆς ζωῆς αἰσθητήρια ὡς ἐν κεφαλαίῳ. 7 Eph. i 11 [τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ.] [Ὠριγένης φησίν] ὅσα ἐνεργεῖ ὁ Θεὸς καὶ πράττει καὶ ἐπιτελεῖ, ταῦτα πάντα κατὰ τὴν ἰδίαν βουλὴν τοῦ θελήματος αὐτοῦ ἐνεργεῖ· οὐδὲν γάρ ἐστιν ὃ δύναται αὐτὸν ποιῆσαι πρᾶξαί τι παρὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ· πάντων γὰρ κρατεῖ καὶ ἄρχει τῶν ὅλων. ἵνα δὲ τὸ περιεσκεμμένον ὁ Παῦλος παραστήσῃ τῶν ἐνεργειῶν τοῦ Θεοῦ κατὰ τὸ θέλημα αὐτοῦ γινομένων, προέταξε τοῦ θελήματος τὴν βουλήν. πάντων γὰρ μᾶλλον ὁ Θεὸς μετὰ βουλῆς πάντα ποιεῖ. διόπερ πάντα ἐνεργεῖ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ. 8 Eph. i 13 ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες [τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.] [Ὠριγένης φησίν] ἐν ᾧ (δηλονότι Χριστῷ) πρὸς ἑτέροις ἀκούσασι καὶ ὑμεῖς ἀκούσαντες τὸν τῆς ἀληθείας λόγον, ὅσπερ ἀληθείας λόγος τὸ εὐαγγέλιόν ἐστι τῆς σωτηρίας ὑμῶν, <ἐν ᾧ> καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. δόξει δέ, ὡς πρὸς τὴν φράσιν, τὸ δεύτερον ἐν ᾧ παρέλκειν, ὅπερ καὶ αἴτιον γεγένηται τοῦ δοκεῖν ὅτι, κρεμαμένου τοῦ διανοήματος, ἡ ὑποτακτικὴ φράσις οὐκ ἐπενήνεκται. οὐχ οὕτω δὲ ἔχει· ἔλεγε δή τις τῶν πρὸ ἡμῶν, ἀπὸ τῆς πολλῆς περὶ τὸν Ἰησοῦν ἀγάπης τὸν Παῦλον συνεχέστατα αὐτοῦ μεμνῆσθαι καὶ ὡσπερεὶ παρελκόντως, ὥσπερ καὶ ἐπὶ τοῦ ἐν ᾧ καὶ πιστεύσαντες ἔστιν ἰδεῖν κατὰ τὸ ἐν ᾧ. πάνυ δὲ κατὰ τοὺς Ἐφεσίους ἐστί, κεκοινωνηκότας ἀπορρήτων λόγων ὑφηγουμένου τοῦ Παύλου, τὸ ἀκούειν ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας. οὐκ οἶμαι γὰρ τοὺς τοῦ κηρύγματος μόνου ἀκηκοότας, καὶ τοὺς λόγους τῶν πραγμάτων μὴ παρειληφότας ἐν διηγήσει καὶ τραν<εῖ> ἀναπτύξει, ἀκούειν τὸν λόγον τῆς ἀληθείας. διαφέρει γὰρ ὁ λόγος καὶ τὸ κήρυγμα, ὡς καὶ ἐν ἄλλοις ὁ Παῦλος διδάσκει λέγων, καὶ ὁ λόγο μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖ οφία λόγοι ἀλλ' ἐν ἀποδείξει πνεύματο καὶ δυνάμεω· κἀκεῖ γὰρ παρατηρητέον ὅτι ἕτερον λέγει εἶναι τὸν λόγον ἑαυτοῦ τοῦ κηρύγματος ἑαυτοῦ. ἐξεταστέον δὲ καὶ <εἰ> ἐν ἄλλῃ ἐπιστολῇ κεῖται τὸ ἀκηκοέναι τινὰς τὸν λόγον τῆ ἀληθεία, ἵνα τὸ παρατήρημα ἀκριβέστερον κατὰ τὸ βούλημα τοῦ Παύλου φανῇ. ἀλλὰ ποῦ τὸ μὲν «εὐαγγέλιον» ὀνομάζεται παρατηρητέον, <παρατηρητέον> δὲ καὶ τὰς προστιθεμένας αὐτῷ λέξεις, οἷον κατὰ τὸ εὐαγγέλιόν μου, ἢ ἀρχὴ τοῦ εὐαγγελίου Ἰηοῦ Χριτοῦ, ἢ εὐαγγέλιον αἰώνιον, ἢ εὐαγγέλιον τῆς σωτηρίας τῶν Ἐφεσίων· ἢ ἁπλῶς «εὐαγγέλιον,» ὥσπερ ὅταν λέγῃ περὶ τοῦ Λουκᾶ ὁ Παῦλος, οὗ ὁ ἔπαινο ἐν τῷ εὐαγγελίῳ διὰ παῶν τῶν ἐκκληιῶν. σφραγίζεται δὲ τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ πᾶς ὁ ἀκούσας τὸν τῆς ἀληθείας λόγον, ὄντα εὐαγγέλιον τῆς σωτηρίας τοῦ ἀκούοντος καὶ πιστεύοντος· ὡς εἰ ἀκούσαι μέν, μὴ πιστεύσαι δέ, οὐκ ἂν σφραγισθείη. ἄλλος δέ τις ἐρεῖ ὅτι εἰ καὶ πιστεύσαι μέν, μὴ ἐπὶ τοσοῦτον δὲ προκόπτοι ὡς ἀκούειν τὸν λόγον τῆς ἀληθείας, οὐδ' οὕτως ἂν χωρήσαι τὴν τοῦ πνεύματος ἐπαγγελίας τοῦ ἁγίου σφραγῖδα, <ἥ>τις ἐστὶν ἀληθῶς ἐκτύπωσις καὶ τράνωσις τούτων ἃ πρέπει ἐκτυποῦσθαι καὶ τρανοῦσθαι ὑπὸ τοῦ τῆς ἐπαγγελίας ἁγίου πνεύματος. ζητητέον δὲ καὶ εἴ που εἴρηται πνεῦμα ἐπαγγελίας ἅγιον, καὶ τί ἐκδεκτέον εἰς τὸ πνεῦμα τῆς ἐπαγγελίας τὸ ἅγιον. οἶμαι τοίνυν ὅτι ὥσπερ τὸ πνεῦμα τὸ ἅγιον, γενόμενον ἐπί τινι, ἅγιον ποιεῖ, καὶ τὸ πνεῦμα τῆς οφία σοφόν, καὶ τὸ πνεῦμα τῆς υνέεω συνετόν, οὕτω καὶ τὸ πνεῦμα τῆς ἐπαγγελίας εἶναι πως ἤδη ἐν τῇ ἐπαγγελίᾳ. [i 14] ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. ζητήσεις εἰ πᾶς ὁ μετέχων ἁγίου πνεύματος μετέχει τοῦ πνεύματος τῆς ἐπαγγελίας, ἢ μόνος ὁ ἀκούσας λόγου ἀληθείας, ὄντος εὐαγγελίου σωτηρίας, καὶ πιστεύσας, οὗτος λαμβάνει τὸ τῆς ἐπαγγελίας πνεῦμα ἅγιον· ἔτι δὲ καὶ τούτοις ἐπιστήσωμεν, εἰ πᾶς ὁ μετέχων ὁπώσποτε πνεύματος ἁγίου ἔχει τὸν ἀρραβῶνα τῆς