προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ἀκουστέον δὲ τοῦ «Πρῶτος» ἀντὶ τοῦ «Πρότερος». ὅμως ὃ λέγει τοιοῦτόν ἐστι· πρὸ ἐμοῦ καὶ πρότερός μου τυγχάνων Ἰησοῦς ὀπίσω μου καὶ μετ' ἐμὲ ἦλθεν, οὐκ ἐπὶ τῷ ὀπίσω μου μεῖναι ἀλλὰ τῷ πρὸ ἐμοῦ γενέσθαι. ἀκουστέον δὲ τοῦ ὀπίσω αὐτὸν ἔρχεσθαι τοῦ Ἰωάννου κατὰ χρόνον τῆς ἀποτέξεως. πρὸ γὰρ ἓξ μηνῶν Ἰωάννης συνελήφθη τοῦ συλλη φθῆναι τὸν Ἰησοῦν. τούτῳ τῷ τρόπῳ ὀπίσω αὐτοῦ ἐλθὼν ὁ Ἰησοῦς ἔμπροσθεν αὐτοῦ γέγονεν ἀναδειχθεὶς θεὸς καὶ δημιουργὸς αὐτοῦ ὑπάρχων. λεχθείη δ' <ἂν> καὶ οὕτως· δόξει πᾶς ὁ μανθάνων ἕπε σθαι τῷ διδασκάλῳ καὶ ταύτῃ ὀπίσω αὐτοῦ λέγεται βαδίζειν. ἐπεὶ τοίνυν καὶ ὁ σωτὴρ βαπτίζοντι τῷ Ἰωάννῃ προσῆλθε βαπτισθῆναι, κατὰ τὸ βαπτίζεσθαι αὐτὸν ὑπὸ Ἰωάννου ὀπίσω τοῦ βαπτίζοντος ἔρχεσθαι εἴρηται, κατὰ δὲ τὸ ἡγιακέναι καὶ μεμαρτυρῆσθαι ὑπὸ τοῦ πατρὸς ἔμπροσθεν τοῦ βαπτίζοντος γέγονεν, τιμιώτερος καὶ ὑπερ έχων αὐτοῦ ἀναδειχθείς. εὖ δὲ καὶ τὸ φάναι· «Ἔμπροσθέν μου γέ «γονεν», ὡς τὴν ὕπαρξιν προτέραν εἶναι τοῦ γεγονέναι αὐτόν. καὶ τοῦτο δὲ ἐπίστησον μεθ' ὅσης ἀκριβείας εἴρηται. οὐ γέγραπται «Ὁ ὀπίσω μου ὤν», ἀλλ' «Ὁ ἐρχόμενος». εἰ γὰρ ὀπίσω ἦν, οὐκ ἠδύνατο πρὸ αὐτοῦ εἶναι. ἀλλ' οὐκ ἀδύνατον τὸν πρῶτον ὄντα ὀπίσω ἐλθεῖν. ῥηθείη δ' <ἂν> καὶ ἑτέρως. «Ὅτι, φησίν, ἐκ τοῦ «πληρώματος αὐτοῦ πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος»· πάλιν γὰρ αἰτίαν ἀποδιδοὺς τοῦ ἔμπροσθεν αὐτοῦ γεγονέναι αὐτοῦ ὄντα πρῶτον ἐπήγαγεν τὸ «Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες «ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος». πῶς γὰρ οὐκ ἔμπροσθεν κατὰ τὸ προύχειν, καὶ πρῶτος τῶν πληρουμένων ὁ πληρῶν; εἰ γὰρ αὐτὸς τελειοῖ καὶ πληροῖ ἀρετῆς καὶ σοφίας τοὺς ἐφ' ἁγιότητα ἐρχομένους, πῶς οὐ πρῶτος καὶ προύχων αὐτῶν ὑπάρχει; πρόσχες δὲ τῇ ἀκρι βείᾳ τῶν γεγραμμένων. οὐκ εἴρηται «Τὸ πλήρωμα αὐτοῦ», ἀλλ' «Ἐκ «τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». οἱ γὰρ ἐν τῷ βίῳ τούτῳ ἁγιότητος μετέχοντες καὶ γνώσεως τῆς ἀληθείας τὸ ἐκ μέρους γινώσκειν καὶ ἐκ μέρους προφητεύειν ἐκ τοῦ πληρώματος αὐτοῦ, ἀλλ' οὐ πλήρωμα αὐτοῦ ἔχουσιν. σχοῖεν δ' <ἂν> αὐτὸ μετὰ τὴν ἐπίκαιρον ζωὴν ἐν τοῖς μέλλουσιν αἰῶσι κατὰ τὸν ἀπόστολον· «Ὅταν ἔλθῃ, φησί, τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται». τούτῳ συνῳδὰ καὶ τὰ ἐν τῇ καθολικῇ Ἰωάννου· «Καὶ οὔπω ἐφανε «ρώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ ὅμοιοι † αὐτοῦ «ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθὼς ἔστι» τουτέστι· καθώς ἐστι δυνατὸν τοῖς γενητοῖς γνῶναι τὸν θεόν· οὐ γὰρ οἷόν τε ἐκλαμ βάνειν τὸ καθὼς ἔστιν ὁ θεὸς αὐτός. καὶ γὰρ ἕξομέν τι πλέον τῆς παρούσης καταστάσεως, <εἰ> μηκέτι ἐκ μέρους ἀλλὰ γυμνοὶ πάσης ἀγνοίας τῇ ἀκραιφνεστάτῃ ἀληθείᾳ προσβαλοῦμεν κατὰ τὸ δυνατὸν αὐτὸν ὀψόμενοι. διὰ τὸ τοίνυν ἐκ τοῦ πληρώματος Ἰησοῦ εἰλη φέναι ὁ Ἰωάννης λέγει περὶ αὑτοῦ ὅτι «Ἔμπροσθέν μου γέγονεν» οὗ ἔσχον ἐκ τοῦ πληρώματος. καὶ τὸ μὴ ἕνα ἀλλὰ πάντας τοὺς ἁγίους ἐκλαμβάνειν ἐκ τοῦ πληρώματος τοῦ Ἰησοῦ τὴν ὑπεροχὴν τοῦ πληροῦντος καὶ τελειοῦντος φανεροῖ. εἰ γὰρ πάντες ἅγιοι ἐπληρώθησαν οὐκ ἐξ ὅλου τοῦ πληρώματος ἀλλ' ἐκ τινὸς μορίου αὐτοῦ, πολὺ ἀπολειπόμενοι ὀφθήσονται οἱ ἐκ τοῦ πληρώματος λαμ βάνοντες τοῦ παρασχόντος αὐτοῖς. 11 Τῶν ἀρετῶν τὸ μὲν οἴκοθεν ἔχομεν καὶ παρ' ἑαυτῶν, ὃ προαι ρετικῶς κτώμεθα, τὸ δὲ ἐκ θεοῦ, πιστεύσαντες γοῦν τῷ σωτῆρι καὶ τῷ πατρὶ αὐτοῦ ὡς ἐνεδέχετο ἐκ τοῦ ἐφ' ἡμῖν γενέσθαι. λεί πεται ἡμῖν καὶ τὸ ἐκ θεοῦ αἰτεῖν, καθὼς καὶ οἱ μαθηταὶ Ἰησοῦ φασὶν αὐτῷ· «Πρόσθες ἡμῖν πίστιν». ἡ γὰρ λέξις ἡ «Πρόσθες» ση μαίνει ἀπαιτεῖν αὐτοὺς θεοδώρητον πίστιν πρὸς ᾗ εἶχον προαιρε τικῶς. ἀμέλει καὶ ὁ Παῦλος γράφων φησί· «Κατ' ἀναλογίαν πί «στεως» τῆς ἐνούσης ἐκ τοῦ ἐφ' ἡμῖν τὰς δωρεὰς τοῦ πνεύματος δίδοσθαι· «Ἑτέρῳ δίδοται πίστις, φησίν, ἐν τῷ αὐτῷ πνεύματι». εἰ δὲ πίστις δίδοταί τινι κατὰ ἀναλογίαν ἧς ἔχει πίστεως, φανερὸν ὅτι τῇ ἐφ' ἡμῖν κατορθωθείσῃ ἡ θεόπεμπτος παραγίνεται πίστις. ἅπερ δὲ περὶ πίστεως εἴρηται, λεκτέον καὶ περὶ τῶν λοιπῶν ἀρετῶν. ἐπεὶ οὖν ἡ ἀρετὴ χάρις ἐστὶ κεχαριτωμένον ποιοῦσα τὸν ἔχοντα, ὅταν ἡμῖν