μὴ τοιούτου τυγχάνοντος· ἦν γὰρ «υἱὸς Ἰεφοννὴ» τῆς ἐπιστροφῆς. Ὃς «δίδωσί» μοι «τὴν θυγατέρα» κατὰ τὸ γεγραμμένον· «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρ ποὺς αὐτῆς». Ἣν ἐκβαλὼν τοῦ οἴκου τοῦ πατρὸς ἐπ' «ὄνου» φέρω, 427 ὃν «ἔλυσαν οἱ μαθηταί». Καὶ ἐξ αἰτήσεως «εὐλογίαν» εἴληφε πατρικὴν «καὶ λαμβάνει Γονέθλαν τὴν κάτω»· κληρονομεῖ γὰρ κἂν τῷ παρόντι βίῳ τὸ σχολάσαι Θεῷ· «καὶ Γονέθλαν τὴν ἄνω»· ἡ γὰρ κατὰ Θεὸν μακαριότης «ἐπαγγελίαν ἔχει ζωῆς καὶ τῆς παρούσης καὶ τῆς μελ λούσης». «Καὶ ὁ Ἰεβουσαῖος κατῴκει ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἠδυνήθησαν οἱ υἱοὶ Ἰούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Ἰούδα ἕως τῆς σήμερον ἡμέ- ρας». Ἐρωτητέον τοὺς ἐκ παντὸς τρόπου προϊσταμένους τοῦ γράμ 428 ματος, πῶς «ἕως τῆς σήμερον ἡμέρας» φησίν; ὅπερ ἐν τῇ Γραφῇ μέχρι τῆς συντελείας τοῦ παρόντος αἰῶνος δηλοῖ κατὰ τό· «Οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας», καὶ πάλιν· «μὴ ἀπόστητε ἀπὸ Κυρίου ἐν ταῖς σήμερον ἡμέραις», ἀντὶ τοῦ ὅσον τὸ σήμερον καλεῖται. Μηκέτι οὖν «τῶν υἱῶν Ἰούδα» «κατοικούντων ἐν Ἱερουσαλήμ» πῶς»ὁ Ἰεβουσαῖος οἰκεῖ μετ' αὐτοῦ»; Τοιγαροῦν ἐπί τι νοητὸν ἀναδράμω μεν ὅμοιον, τὴν περὶ τῶν «ζιζανίων» εἰληφότες παραβολήν· «ἃ τῷ 429.20 σίτῳ κατέλειπε συναυξάνεσθαι, μὴ συνεκριζωθῇ τούτοις ὁ σῖτος». Ἐν γὰρ τῇ Ἐκκλησίᾳ εἰσὶν «Ἰεβουσαῖοι» καταπατούμενοι, ἁμαρτωλοί τε καὶ τῆς πίστεως ἀλλότριοι. Καὶ οὐκ ἄν τις ἐν τῷ παρόντι παύσειε βίῳ τοιούτους ἔχειν τὴν Ἐκκλησίαν καὶ μόνων ὑπάρχειν ἁγίων. Τί γὰρ ἄν τις ποιήσειε περὶ τῶν ἀμφιβόλων ἁμαρτωλῶν, ὅτε καὶ τοὺς φανεροὺς ἀπελάσειεν; Τὰ δὲ ὅμοια καὶ περὶ τοῦ Ἐφραΐμ φησιν ἡ Γραφή· «καὶ οὐκ ἀπώλεσεν Ἐφραῒμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ 430 κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραὶμ μέχρι τῆς ἡμέρας ταύτης». «Ἐφραὶμ» δὲ καρποφορία ἑρμηνεύεται. Ὁ καρποφορῶν οὖν «οὐ δύναται τὸν Χαναναῖον», τὸ σπέρμα τὸ ἀλλότριον, τὸ κατηραμένον «ἐκ βαλεῖν» ἀπὸ τῆς χώρας αὐτοῦ «ἕως τῆς ἡμέρας ταύτης». Ὃ δὴ περὶ 431 τῆς Ἐκκλησίας εἰρήκαμεν. Καὶ ἄλλως δέ· οὐ δύναται ψυχὴ καθαρῶς Ἱερουσαλὴμ ἐν τῷ παρόντι βίῳ γενέσθαι μόνην εἰρήνην ὁρῶσα καὶ μηδὲν ἁμαρτάνουσα, τὸν Χριστὸν ὁρῶσα, τοῦ Θεοῦ «τὴν εἰρήνην», καὶ καρποφοροῦσα διὰ παντός. «Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου» καὶ διαλογισμῶν ἀλλοτρίων· ὡς εὑρίσκεσθαι πάντως «Ἰεβουσαῖον καὶ Χα 432 ναναῖον ἐν Ἱερουσαλήμ», εἰ καὶ δεῖ πρὸς τὴν τούτων ἐκβολὴν ἀγωνί ζεσθαι Θεὸν καλοῦντας τὸν μόνον δυνάμενον. Τρίτον δέ φησιν ἡ Γραφὴ «τὸν Χαναναῖον» εἶναι μετὰ τῶν υἱῶν Ἐφραΐμ, οὐ ψιλὴν ἱστορίαν, ἀλλά τινα δηλοῦσα μυστήρια. Ἅπαξ 433.20 μὲν γὰρ εἴρηται τό· «οὐκ ἀπώλεσεν Ἐφραῒμ τὸν Χαναναῖον» καὶ τὰ ἑξῆς ἕως τοῦ· «καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ». ∆εύτερον δὲ ἐγενήθη, ἐπεὶ «κατίσχυσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους». Τὸ τρίτον, ὅτε ζητοῦντες οἱ Ἐφραῒμ παρ' Ἰησοῦ μείζω κλῆρον κελεύονται «ἐξολοθρεῦσαι τὸν Χαναναῖον», ὡς ἂν «εἰς τὸν δρυμὸν ἀνελθόντες» ἑαυτοῖς εὐτρεπίσωσι τόπον. Οὐκοῦν πρῶτον ὁ Χαναναῖος μεθ' ἡμῶν ἐστιν, οὐδὲν καθ' ἡμῶν τοσοῦτον δυνάμενος, «ὑπόφορος» μὲν ὤν, οὐχ ὑπήκοος δὲ οὐδὲ «δοῦλος». Ταῦτα γὰρ τὸ δεύτερον γίνεται. Ὅταν γὰρ τὰ σωματικὰ 434.20 ὑποτάσσηται τῇ ψυχῇ, οὐ μόνον ἐστὶ μεθ' ἡμῶν, ἀλλὰ καὶ «δοῦλος». Τὸ δὲ τρίτον, ἐὰν τελειωθῶμεν, τέλειον «ἐξολοθρευθήσεται», «τῶν ἐπὶ γῆς μελῶν νεκρουμένων». Οὕτω προκόπτειν οἶδεν ὁ κατηχούμενος τὸν Ἰσραηλίτην λόγον λαβών· οἰκεῖ γὰρ μετὰ τοῦ Χαναναίου «στα σιαζούσης» αὐτοῦ «τῆς σαρκός», εἶτα «δουλουμένης», εἶτα «νεκρωθείσης κατὰ πᾶν μέλος, πορνείαν, μοιχείαν, ἀκαθαρσίαν». «Κατῴκει δέ» φησιν «μετ' αὐτῶν, ἕως ἂν ἔλθῃ Φαραὼ βασιλεὺς Αἰγύπτου», ὅτε καὶ «Γαζὲρ» ὁ τόπος τοῦ Χαναναίου «δίδοται φερνὴ τῇ θυγατρὶ Φαραώ». «Γαζὲρ» δὲ διάτασις ἑρμηνεύεται. Ἐπὰν γὰρ οἱονεὶ ἡνωμένη καὶ διατεταμένη σὰρξ μετὰ τοῦ πνεύματος ἐν ἡμῖν 435.20 ᾖ, ὁμοῦ ἐσμεν ἐν τῇ «Γαζέρ»,