ὑπὲρ τῶν ἐν φυλακῇ κατατιμωρη-θέντων καὶ προδεδομένων ὑπὸ λιμοῦ καὶ δίψους, ἤτοι ὑπὲρ τῶν ἔξωθεν τῆς φυλακῆς ἐπὶ τοῦ δικαστηρίου καταβασανισθέντων διὰ ξυστήρων καὶ μαστίγων, ὕστερον δὲ ἡττηθέντων ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἄξιόν ἐστιν ἐπινεῦσαι. Συμπάσχειν γὰρ καὶ συναλγεῖν τοῖς ὀδυρομένοις καὶ στενάζουσιν ὑπὲρ τῶν ἐν τῷ ἀγῶνι ἡττηθέντων ὑπὸ τῆς πολλῆς βίας τοῦ κακομηχάνου διαβόλου, ἤτοι ὑπὲρ γονέων ἢ ἀδελφῶν ἢ τέκνων, οὐδένα οὐδὲν καταβλάπτει· ἴσμεν γὰρ καὶ δι' ἑτέρων πίστιν ἀπολαύσαντάς τινας τῆς τοῦ θεοῦ ἀγαθότητος, ἐπί τε ἀφέσει ἁμαρτιῶν καὶ ὑγείᾳ σώματος καὶ ἀναστά-σει νεκρῶν. Μεμνημένοι τοίνυν τῶν πολλῶν αὐτῶν καμάτων, ὧν προϋπήνεγκαν ἐν ὀνόματι τοῦ Χριστοῦ, καὶ τῶν τανταλισμῶν, οὐ μὴν ἀλλὰ καὶ μετα-γνόντων αὐτῶν καὶ ἀποδυρομένων τὸ πεπραγμένον αὐτοῖς κατὰ προδοσίαν ἐν ἀτονίᾳ καὶ νεκρότητι τοῦ σώματος, ἔτι τε καὶ μεμαρτυρημέ-νων εὐπολιτεύτων γενομένων ἐν τῷ βίῳ αὐτῶν, συνευχόμεθα καὶ συμ-παρακαλοῦμεν ὑπὲρ ἱλασμοῦ αὐτῶν μετὰ τῶν ἄλλων καθηκόντων, διὰ τοῦ γινομένου ὑπὲρ ἡμῶν παρακλή-του πρὸς τὸν πατέρα, ἱλασκομέ-νου ταῖς ἁμαρτίαις ἡμῶν· «Καὶ ἐάν τις γάρ φησιν ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν».
12 Περὶ τῶν δεδωκότων ἀργύρια. Τοῖς γὰρ ἀργύρια δεδωκόσι πρὸς τὸ ἀνενοχλήτους αὐτοὺς τὸ παντάπασι
γενέσθαι ἀπὸ πάσης κακίας οὐκ ἔστιν ἔγκλημα προσάγειν· ζημίαν γὰρ καὶ ἀπώλειαν χρημάτων ὑπή-νεγκαν, ἵνα μὴ τὴν ψυχὴν ἑαυτῶν ζημιωθῶσιν ἢ ἀπολέσωσιν· ὅπερ ἄλ-λοι κατὰ αἰσχοκέρδειαν οὐ πεποιήκασι, καίτοι γε τοῦ κυρίου λέγοντος· «Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ ἢ ἀπολέσῃ;» καὶ ὅτι· «Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ». Ἐφάνησαν γὰρ παρ' ἐκείνους τῷ θεῷ δουλεύοντες, τὰ ἀργύρια μισήσαντες καὶ κατα-φρονήσαντες αὐτῶν, ἀπεπλήρωσάν τε καὶ ἐν τούτῳ τὸ γεγραμμένον· «Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος». Ἐπεὶ καὶ ἐν ταῖς Πρά-ξεσι τῶν ἀποστόλων ἀνέγνωμεν, τοὺς συρέντας ἀντὶ Παύλου καὶ Σιλᾶ ἐν Θεσσαλονίκῃ ἐπὶ τοὺς πο-λιτάρχας μετὰ πλησμονῆς ἀπολυ- θέντας· μετὰ γὰρ τὸ καταβαρῆσαι αὐτοὺς πολλὰ διὰ τὸ ὄνομα καὶ ταράξαι τὸν ὄχλον καὶ τοὺς πολι-τάρχας, «λαβόντες, φησί, τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς· οἱ δὲ ἀδελφοὶ εὐ-θέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέ-ροιαν».
13 Περὶ τῶν φυγόντων. Ὅθεν οὐδὲ τοῖς καταλείψασι πάντα διὰ τὴν τῆς ψυχῆς σωτηρίαν καὶ
ἀναχωρήσασιν, ἔστιν ἐγκαλεῖν, ὡς ἂν ἑτέρων δι' αὐτοὺς κατασχεθέν-των· καὶ γὰρ ἐν τῇ Ἐφέσῳ ἀντὶ Παύλου πάλιν συνήρπασαν Γάϊον εἰς τὸ θέατρον καὶ Ἀρίσταρχον, συνεκδήμους Παύλου, οὗ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, ἐπεὶ καὶ δι' αὐτὸν πείσαντα καὶ μεταστή-σαντα πολὺν ὄχλον ἐπὶ τὴν θεοσέ-βειαν ἡ στάσις ἦν γινομένη, «οὐκ εἴων αὐτὸν οἱ μαθηταί, φησίν· οὐ μὴν ἀλλὰ καί τινες τῶν ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον». Εἰ δὲ ἐπιμένοιέν τινες ἐρεσχελοῦντες τοῖς εἰλικρινῶς προσέχουσι τῷ λέ-γοντι· «Σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν, μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω», ὑπομνησθήτωσαν, καὶ τοῦ προκρίτου τῶν ἀποστόλων Πέτρου, βεβλημένου τε ἤδη εἰς τὴν φυλακὴν καὶ παρα-δοθέντος τέτταρσι τετραδίοις στρα-τιωτῶν φυλάσσειν αὐτόν· οὗ ἐν νυκτὶ φυγόντος καὶ ῥυσθέντος ἐκ χει-ρὸς τοῦ φονώδους Ἡρώδου καὶ πά-σης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων, κατ' ἐντολὴν ἀγγέλου κυρίου, «γενομένης, φησίν, ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγέ-νετο· Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύ-λακας, ἐκέλευσεν