θάνατον ὑπὸ δελφῖνος ἐκκομισθείς. 2.13 Ὅτι τὸν μάρτυρα Λουκιανόν φησι μέλλοντα τελευτᾶν, καὶ μήτε ναὸν μήτε θυσιαστήριον τῆς τυραννικῆς βίας παρεχούσης, ἀλλὰ μηδὲ αὐτοῦ κινεῖσθαι τῶν δεσμῶν καὶ πληγῶν συγχωρούντων, ἐν τῷ οἰκείῳ στέρνῳ ἀνακείμενον τὴν φρικτὴν θυσίαν τελεσάμενον, οὕτω τε αὐτὸν μετασχεῖν καὶ τοὺς ἄλλους μεταλαβεῖν τοῦ ἀχράντου θύματος ἐπιτρέψαι. ἐτελέσθη δὲ ἡ ἱερουργία ἐν τῇ εἱρκτῇ, τοῦ κυκλώσαντος αὐτὸν ἱεροῦ χοροῦ ὡς ἤδη ἀποβιοῦντα ἐκκλησίας σχῆμα καὶ ἀσφάλειαν τοῦ μὴ καθορᾶσθαι τὰ δρώμενα παρὰ τῶν ἀσεβούντων ἀναπληροῦντος. 2.14 Τούτου τοῦ μάρτυρος πολλοὺς μὲν καὶ ἄλλους μαθητὰς ἀναγράφει, οἷς καὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Μάριν τὸν Καλχηδόνος καὶ τὸν Νικαίας Θέογνιν συντάττει καὶ Λεόντιον, τὸν ὕστερον γεγονότα τῆς Ἀντιοχείας ἐπίσκοπον, καὶ Ἀντώνιον, τὸν Ταρσοῦ τῆς Κιλικίας, καὶ Μηνόφαντον καὶ Νοομίνιον καὶ Εὐδόξιον· οὐ μὴν ἀλλὰ καὶ Ἀλέξανδρον καὶ Ἀστέριον τὸν Καππαδόκην· οὓς καὶ ἑλληνίσαι φησὶν ἐνδόντας τῇ τῶν τυράννων βίᾳ, ὕστερον δὲ ἀνακαλέσασθαι τὴν ἧτταν, συλλαβομένου αὐτοῖς πρὸς τὴν μετάνοιαν τοῦ διδασκάλου. 2.15 Ὅτι τῶν εἰρημένων Ἀντώνιον μὲν καὶ Λεόντιον ἀπαράτρωτον τὴν ἀσέβειαν διασώσασθαι λέγει· Εὐσέβιον δὲ καὶ Μάριν καὶ Θέογνιν συναπαχθῆναι μὲν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἀνενεχθῆναι δὲ τῆς μεταβολῆς. τὸν δὲ Μάριν ἐκεῖθεν ἀνενεχθέντα, εἰς ἑτέραν αὖθις κατολισθῆσαι ἀτοπίαν, καὶ δὴ καὶ τὸν Θέογνιν· ὃς τὸν θεὸν καὶ πρὸ τοῦ γεννῆσαι τὸν υἱὸν πατέρα οἴεται, ἅτε δὴ τὴν δύναμιν ἔχοντα τοῦ γεννῆσαι. ἀλλὰ δὴ καὶ τὸν Ἀστέριον παρατρέψαι τὸ φρόνημα, ἀπαράλλακτον εἰκόνα τῆς τοῦ πατρὸς οὐσίας εἶναι τὸν υἱὸν ἐν τοῖς αὐτοῦ λόγοις καὶ γράμμασι διαμαρτυρόμενον. 2.16 Ὅτι τὸ τριακοστὸν δεύτερον ἔτος ἐπιβαίνοντος τῆς βασιλείας αὐτοῦ Κωνσταντίνου, ἐν Νικομηδείᾳ φαρμάκοις ὑπὸ τῶν ἀδελφῶν τεθνάναι γράφει· ἐγγὺς δὲ τοῦ τέλους γεγονότα καὶ αἰσθόμενον τῆς ἐπιβουλῆς, διαθήκας τε γράψαι τιμωρίαν ἀπαιτούσας τοὺς ἀνελόντας καὶ ταύτην εἰσπράξασθαι τὸν προκαταλαβόντα τῶν παίδων κελεῦσαι, δέει τοῦ μή τι κἀκείνους ὑπ' αὐτῶν ὅμοιον ὑποστῆναι, δοῦναί τε τὰς διαθήκας Εὐσεβίῳ τῷ Νικομηδείας. τὸν δὲ ὑφορώμενον τοὺς τοῦ βασιλέως ἀδελφοὺς μή ποτε ζητήσειαν αὐτὰς καὶ ἀναμαθεῖν τὰ γεγραμμένα βουληθεῖεν, ἐνθεῖναι τῇ χειρὶ τοῦ νεκροῦ τὸ βιβλίον καὶ παραβῦσαι τοῖς ἱματίοις. ἐπιζητησάντων δ' ὡς ὑπενόει, λαβεῖν μὲν φάναι, ἀντιπαραδοῦναι δὲ πάλιν εἰς χεῖρας ὁμολογῆσαι. εἶτα μετὰ ταῦτα ἀνελόμενον, Κωνσταντίῳ τῷ αὐτοῦ παιδὶ ἐγχειρίσαι τὸ γράμμα προφθάσαντι τοὺς ἄλλους· τὸν δὲ μετ' οὐ πολὺ κατὰ τὰ προστάγματα τοῦ πατρὸς διαπράξασθαι. 2.17 Οὗτος ὁ θεομάχος καὶ τὴν Κωνσταντίνου εἰκόνα, τὴν ἐπὶ τοῦ πορφυροῦ κίονος ἱσταμένην, θυσίαις τε ἱλάσκεσθαι καὶ λυχνοκαΐαις καὶ θυμιάμασι τιμᾶν, καὶ εὐχὰς προσάγειν ὡς θεῷ καὶ ἀποτροπαίους ἱκετηρίας τῶν δεινῶν ἐπιτελεῖν τοὺς Χριστιανοὺς κατηγορεῖ. 2.18 Ὅτι τελευτήσαντος τοῦ μεγάλου Κωνσταντίνου φησὶ καὶ τῶν πανταχόθι μεθορίαις ταλαιπωρουμένων ἄδειαν ἀνακλήσεως εἰληφότων, καὶ Ἀθανάσιόν φησιν ἐκ τῶν Γαλλιῶν εἰς τὴν Ἀλεξάνδρειαν παραγεγονότα, ἐπεὶ Γρηγόριον ἐμεμαθήκει τετελευτηκότα, ὡς εἶχεν εὐθὺς ἀπὸ τῆς νεὼς εἰς τὴν ἐκκλησίαν χωρῆσαι καὶ τὸν θρόνον ἀναλαβεῖν, μηδένα λόγον τῶν ἀποκηρυξάντων αὐτὸν πεποιηκότα. 3.τ ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ 3.1 Ὅτι Κωνσταντῖνόν φησι, ὃς ἦν πρεσβύτερος τῶν Κωνσταντίνου παίδων, ἐπιβουλεῦσαι τῷ ἀδελφῷ Κώνσταντι· καὶ μάχῃ τοῖς στρατηγοῖς αὐτοῦ συρραγέντα διαφθαρῆναί τε καὶ τὴν μοῖραν τῆς ὑπ' αὐτὸν ἀρχῆς εἰς τὴν Κώνσταντος ἀνακοινωθῆναι. 3.2 Ὅτι Κωνστάντιον δι' ἐπαίνων ἄγει καὶ τὴν ἐκκλησίαν φησὶν αὐτὸν δομήσασθαι τὴν ἐν Κωνσταντινουπόλει καὶ οὖσαν καὶ καλουμένην μεγάλην. καὶ δὴ καὶ Ἀνδρέαν τὸν ἀπόστολον ἐκ τῆς Ἀχαΐας μετακομίσαι ἐπὶ τὸν ναὸν ὃν οὗτος ἐξῳκοδομήσατο, τὸ κοινὸν τῶν ἀποστόλων ἐπιφερόμενον ὄνομα· οὗ πλησίον καὶ τὸν πατρῷον τάφον ἱδρύσασθαι· ναὶ δὴ καὶ Λουκᾶν τὸν εὐαγγελιστὴν ἐκ τῆς αὐτῆς Ἀχαΐας εἰς τὸ αὐτὸ