σχήματα τιμῆς καὶ μεγάλα ῥήματα, μᾶλλον δὲ ἔνθα μὲν κέρδος ἀργυρίου μικροῦ, οὐδὲν ὁ ναὸς ἢ ὁ νόμος· ἔνθα δὲ μεγάλη σωτηρία ἀνθρώπων, ἐκεῖ ὁ πολὺς φθόνος καὶ προκάλυμμα τοῦ φθόνου ὁ ναὸς καὶ ὁ νόμος καὶ τὰ τῆς ἀπονοίας ῥήματα. ἐκβαλὼν οὖν αὐτοὺς ὁ δεσπότης ἔργῳ καὶ λόγῳ ἐκ τοῦ ἱεροῦ καὶ δείξας λαμπρῶς καὶ ἀναμφιβόλως καταφρονητὰς τοῦ ναοῦ μεγάλην στήλην κατ' αὐτῶν ἀνήγειρεν, ὅτι εἴπερ ἂν ὑπὲρ τοῦ νόμου καὶ τοῦ ναοῦ λέγοιεν, οὐκ ἐκ πόθου καὶ πίστεως ταῦτα λέγοιεν; ἀλλ' ἢ φυσιούμενοι ἢ φθόνον ἴδιον ἐπισκιάζοντες ἢ ἐπὶ τῷ σφῶν κέρδει, ἵνα καλῶνται ῥαββί, ἵνα πλατύνωσι τὰ φυλακτήρια, ἵνα τὰς τῶν χηρῶν καὶ τῶν ἄλλων κατεσθίωσιν οἰκίας. 18 Jo 3, 12-13 Εἶπεν εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· καίτοι ἔδει ἐπιγείοις οὖσι διὰ τῶν συγγενῶν ῥᾷον χειραγωγεῖσθαι, ἀλλ' οὖν εἰ ταῦτα εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω τὰ ἐπουράνια ὑμῖν ἐπιγείοις οὖσιν πιστεύετε· μᾶλλον γὰρ τῆς ὑμῶν διανοίας τὰ ἐπουράνια διέστηκεν ἢ τὰ ἐπίγεια. πῶς οὖν μαθήσεσθε τὰ ἐπουράνια μὴ πιστεύοντες τοῖς παρ' ἐμοῦ λεγομένοις; ἀναβῆναι ὑμῖν εἰς τὸν οὐρανὸν καὶ μαθεῖν οὐκ ἔνι· οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν οὐδ' ἕως τοῦ νῦν, οὐ τῶν προφητῶν, οὐ τῶν ἄλλως κατ' ἀρετὴν πολιτευσαμένων οὐδ' ὅλως πλὴν ἐμοῦ τοῦ ἐκεῖθεν καταβεβηκότος. ἐὰν οὖν ὑμῖν μὲν οὐκ ἔνι ἀναβῆναι, ἄλλος δέ τις οὐκ ἀναβέβηκεν, ἐμοὶ δὲ τῷ ἀναβεβηκότι καὶ καταβεβηκότι καὶ ἐκεῖθεν μὴ χωρισθέντι-τοῦτο γὰρ δηλοῖ τὸ ὁ ὢν ἐν τῷ οὐρανῷ- ἐὰν οὖν μηδὲ ἐμοὶ πιστεύητε ἐπαγγέλλοντι καὶ διδάσκοντι τὰ ἐπουράνια καὶ θεῖα καὶ ὑψηλὰ δόγματα, πῶς ἄλλως μαθεῖν ταῦτα δυνήσεσθε; ταῦτα δ' ἔλεγεν πανταχόθεν συνελαύνων τὸν Νικόδημον εἰς τὸ πιστεῦσαι αὐτῷ, ὅτι ἂν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. αὐτὸς δὲ σφοδρότερον οὐδὲ μὴ ἴδῃ, φησίν, τὴν βασιλείαν τῶν οὐρανῶν. 19 Jo 3, 19 Αὕτη δ' ἐστὶν ἡ κρίσις, οἷον οὕτω λαμπρά, οὕτως ἀναμφίβολος ὡς μονονουχὶ καὶ δείκνυσθαι. αὕτη, φησίν, ἡ κρίσις οἷον ἡ κατάκρισις τῶν ἀπιστησάντων. πόθεν δ' ἐστὶν δήλη, πόθεν περιφανὴς καὶ λαμπρὰ καὶ μηδεμίαν δεχομένη ἀμφισβήτησιν; αὐτόθεν φησίν· ὅτι τὸ φῶς ἦλθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. Jo 3, 23 Καὶ ὅτι κἀκεῖνος βαπτίζων. οὐκ εἰς τὸ ἐναντίον ἐβάπτιζε τῶν μαθητῶν τοῦ Χριστοῦ, ἀλλὰ καὶ μᾶλλον τὰ ἐκείνων βεβαιῶν· βαπτίζων γὰρ τὸν Χριστὸν ἐκήρυττεν, ὅτι οὗτός ἐστιν ὁ νυμφίος καὶ ὁ υἱὸς τοῦ θεοῦ καὶ ὁ ἐκ τοῦ οὐρανοῦ ὥστε βαπτίζων τὴν εἰς αὐτὸν πίστιν ἐκράτυνεν ὥσπερ καὶ οἱ τοῦ Χριστοῦ μαθηταί. 23 Jo 4, 12-15 Εἰ τῆς γυναικὸς τῆς Σαμαρείτιδος εἰπούσης μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ ἀπεκρίθη ὁ δεσπότης πρὸς αὐτήν· ναὶ μείζων εἰμί, τήν τε γυναῖκα ἐλύπησεν ἂν ἐκ τοῦ εὐθέως εὐτελίζειν τὸν πρόγονον δοκῶν ἐφ' ᾧ ἐκείνη μέγα ἐφρόνει. καὶ οὐδὲν μέγα περὶ ἑαυτοῦ ἐδίδου ὑπονοεῖν· τί γὰρ ἄξιον τοῦ Χριστοῦ τὸ κατὰ σύγκρισιν τοῦ Ἰακὼβ αὐτὸν μείζονα νομισθῆναι; διὸ οὐ λέγει μείζων εἰμὶ οὐδὲ κατὰ σύγκρισιν τοῦ Ἰακὼβ αὑτὸν ἐκείνου προτίθησιν, ἀλλ' ἅμα τε ἀσυγκρίτῳ μέτρῳ τὴν ὑπεροχὴν δείκνυσιν αὑτοῦ καὶ οὐκ αὐτὸς τοῦτο ξηρῶς ταῖς λέξεσιν λέγει, ἵνα μὴ δόξῃ τ' ἐκεῖνον εὐτελίζειν καὶ ἀνιᾶν τὴν γυναῖκα, ἀλλ' αὐτὴν ἐκείνην δι' ὧν φησι δίδωσι τοῦτο συλλογίζεσθαι καὶ ἐννοεῖν· ὃ γὰρ ἄν τις αὐτὸς ἀναλογίσηται καὶ διανοηθῇ, οὐχ ὁμοίως ἡγεῖται φορτικὸν ὡσεὶ παρ' ἑτέρου ἀκούσειεν ἄν. πῶς δὲ τοῦτο ποιεῖ ὁ Χριστός; ἐκ τῆς τοῦ ὕδατος διαφορᾶς, ὅ τε ὁ Ἰακὼβ αὐτοῖς ἀνεῦρεν καὶ ὃ αὐτὸς ὑπισχνεῖτο δώσειν. καὶ οὐδὲ ἁπλῶς λέγει τὴν διαφορὰν αὐτῶν ἄφατον οὖσαν καὶ πολλήν, ἀλλὰ καὶ μετὰ ὑποσχέσεως τοῦ παρασχεῖν, ἵνα καὶ ἀπὸ τῆς ἐπιθυμίας τοῦ λαβεῖν μηδὲν ἄτοπον αὐτοῖς εἶναι δόξῃ ἡ διαφορά. διὸ καὶ ἡ γυνὴ ἡ μήπω μείζονα ἀνεχομένη αὐτὸν εἶναι τοῦ Ἰακώβ, εὐθέως εἰς ὑψηλότερον ἀναχθεῖσα νοῦν εὐγνωμόνως τε ἀκούει τὸ ῥηθὲν καὶ αἰτεῖ τὸ παρ' αὐτοῦ ὕδωρ καταφρονήσασα ὃ ἐθαύμαζεν τέως πρότερον τοῦ Ἰακώβ. οὕτως οὖν ἀπὸ τῆς ἀσυγκρίτου τοῦ ὕδατος διαφορᾶς καὶ εἰς τὴν ἀσύγκριτον τῶν προσώπων ὑπεροχὴν ἐχειραγωγήθη ἡ γυνὴ