ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ τοσούτων ἀγαθῶν ἡμῖν προξενοῦν. Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, καλυπτόντων, γνώμης πονηρίᾳ ἐπισκοτιζόντων· ῥᾷον γάρ, εἴπερ ἐβούλοντο, ἀπὸ 477 τῶν ὁρωμένων καὶ ἑαυτοὺς καὶ ἑτέρους ὠφελῆσαι εἰς θεογνωσίαν. οἱ δὲ μᾶλλον δι' αὐτῶν τούτων συνεκάλυψαν καὶ κατέσχον μὴ διαλάμψαι τὴν θεογνωσίαν, αὐτὰ ταῦτα θεοποιήσαντες, καὶ ἀδικήσαντες, τὸ ὅσον ἐπ' αὐτοῖς, τήν τε τῆς θεογνωσίας ἀλήθειαν καὶ ἑαυτοὺς καὶ αὐτά γε δὴ ἅπερ τιμᾶν ἔδοξαν. δῆλον δὲ ὅτι τοὺς τῶν Ἑλλήνων σοφοὺς ἐπιπλήττει καὶ τοὺς ὁμοίους ἐκείνοις. Rο+m1,19-26 ∆ιότι τὸ γνωστὸν τοῦ θεοῦ, ὅπερ ἐστὶν αὐτοῦ δυνατὸν γνωσθῆναι, ὅτι ποιητής, ὅτι προνοητής, καὶ τὰ ὅμοια. Τὰ γὰρ ἀόρατα αὐτοῦ, οἷον ἄγγελοι καὶ αἱ ἄλλοι ἀσώματοι οὐσίαι, ἀπὸ τῆς τοῦ κόσμου κτίσεως καταλαμβάνεται καὶ καθορᾶται. πῶς; καὶ αὐτὰ ἐν τοῖς ποιήμασι νοούμενα καὶ συναριθμούμενα. καθ' ὑπερβατὸν οὖν ἡ σύνταξις· ἢ τοῖς ποιήμασι νοούμενα, ἀντὶ τοῦ ἐν αὐτοῖς τοῖς ποιήμασιν ἐνεῖναι καὶ τῇ τοῦ θεοῦ βουλήσει ὑπηρετεῖν καὶ πληροῦν τὰ κελευόμενα· ἢ ἀόρατα αὐτοῦ λέγει αὐτὸ τὸ ἀόρατον αὐτοῦ τῆς οὐσίας. καὶ πῶς ἔνι, φησί, τὸ θεῖον ἀόρατον ὂν κατιδεῖν καὶ κατανοῆσαι; ναί ἐστι, φησίν, ἀπὸ τῶν κτισμάτων αὐτοῦ κατιδεῖν αὐτοῦ τὴν θειότητα καὶ τὴν δύναμιν. Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. πῶς ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ θειότης τοῦ θεοῦ καὶ ἀΐδιος δύναμις γινώσκεται; εἶδέν τις τὸν κόσμον καὶ ἐν αὐτῷ ἀστέρων κάλλη, μέγεθος καὶ δρόμον σελήνης καὶ ἡλίου τάξιν καὶ εἱρμὸν ἀπαράβατον· οὐχ ἡμέραν σελήνη ποιεῖ οὐδὲ τὴν νύκτα ὁ ἥλιος, αἱ νύκτες εὐτάκτως ταῖς ἡμέραις ἐξίστανται, καὶ αἱ ἡμέραι ταῖς νυξὶ παραχωροῦσι τὸ ἀνάλογον. ὁ αἰθὴρ τὸν οἰκεῖον τόπον φυλάττει, καὶ ὁ ἀὴρ ὑφίσταται, καὶ οὔτε ἐκεῖνος τὴν ἀλλοτρίαν ὑπέρχεται χώραν, οὔτε ὁ ἀὴρ εἰς τὰ ὑπὲρ αὐτὸν ἐπεκτείνεται. ἕστηκεν ἡ γῆ, οὐκ ἔχουσα τὸν ὑπερείδοντα βάρος ἄπειρον καὶ μηδὲ δυναμένη ἐπερείδεσθαι, ἐκκέχυται αὐτῇ τὸ ὕδωρ καὶ περικέχυται προσθήκῃ θαύματος· τοῦ τε γὰρ βάρους προσθήκην ποιεῖ καὶ εὐδιάλυτον καὶ πρὸς τὸ καταφέρεσθαι πολυπλάσιον τὸ αἴτιον, ἀλλ' ὅμως ἀκίνητος ἕστηκεν, φωνῆς ἁπάσης λαμπρότερον τὴν κατέχουσαν ἀνακηρύττουσα δύναμιν. φέρει καρποὺς μυρίους, μυρίαις ἰδέαις ἐξαλλάττοντας, μυρίαις δυνάμεσι διαφέροντας, χρώμασι, μεγέθεσι, μία οὖσα, γῆ οὖσα. τρέφει ζῴων γένη ἄπειρα, ἥμερα, ἄγρια, ζῳοτόκα, ᾠοτόκα, ἄπειρον ἄλλην διαφορὰν καὶ ἀνομοιότητα κατὰ γένεσιν ἔχοντα, ἰοβόλα, ἀλεξιτήρια, ἕρποντα, ἱπτάμενα, βαδίζοντα, νηχόμενα. τί ἄν τις ἐπιχειροίη λέγειν τὰς διαφορὰς ὧν εἰς πέρας οὐ στήσεται; ἀλλὰ καιρῶν εὐτάκτους μεταβολάς, ἀλλ' ὑετοὺς ἐτησίους, ἀλλὰ καὶ τὰ δοκοῦντα πάθη, σεισμούς, 478 κεραυνούς, ἀλλ' εἴ τι τούτων ἐπισκοπήσεις, εἰς τὸν δημιουργὸν παραπέμπει τὸν προσέχοντα· τί τὸ συνέχον; τί τὸ συγκρατοῦν; πῶς κυβερνᾶται; πῶς διασώζεται; ἔστιν ἄρα γνῶναι σαφῶς ἀπὸ τῆς κτίσεως, ὅτι ἔστι δημιουργός, ὅτι προνοητής, ὅτι παντοδύναμος, ὅτι ἀγαθός ἀγαθοῦ γὰρ καὶ ἡ δημιουργία καὶ ἡ πρόνοια , ὅτι ἀΐδιος· τῷ γὰρ παντοδυνάμῳ τίς ἐπιβουλεύσει; καὶ εἰ μὴ οὗτος ἀΐδιος, ὑπ' ἄλλου πάντως ἀϊδίου καὶ συνέχεται καὶ προήχθη· καὶ τοῦτο ἐπάπειρον, ὥστε καὶ ἀΐδιος. οὕτως οὖν ἡ θειότης αὐτοῦ καὶ ἀΐδιος δύναμις ἐν τοῖς ποιήμασι καθορᾶται, οὕτως ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ τοῦ θεοῦ γνῶσις τοῖς ἀνθρώποις ἐγγίνεται, οὕτως τὸ γνωστὸν αὐτοῦ ἐν πᾶσιν ἐφανέρωσεν· τὸ γὰρ γνωστὸν τοῦ θεοῦ ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν, οὐσία δὲ καὶ φύσις παντελῶς πᾶσιν ἄληπτα. ταῦτα καὶ Ἕλληνες ἔγνωσαν, ἀλλὰ γνόντες οὐχ ὡς θεὸν ἐδόξασαν. ἀλλ' ὦ πολλῆς ματαιότητος καὶ μωρίας· ἅπερ ὡς περὶ θεοῦ θεοπρεπῶς ἐφαντάσθησαν, ταῦτα εἰδώλοις καὶ δαίμοσι καὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ λίαν ἀθλίως καὶ δυσσεβῶς περιέθηκαν, ἀλλάξαντες τὴν τοῦ θεοῦ δόξαν εἰδώλων δόξῃ. καὶ ἀντὶ τοῦ σέβειν θεὸν ἐσεβάσθησαν εἰδώλοις, καὶ φθαρτῶν εἰδώλοις ἐπίτασις πωρώσεως καὶ ἀνοίας , καί ἔτι τὸ κακὸν ὑπερβολὴν οὐκ ἔχον ἑρπετῶν καὶ πετεινῶν καὶ τετραπόδων εἰδώλοις. ἴδε μανίαν, μᾶλλον δὲ ἴδε πρᾶξιν