ἑαυτό ἐστι, καὶ ἓν ἅμα τὸ κινοῦν καὶ τὸ κινούμενον. ἢ γὰρ μέρει μὲν κινεῖ, μέρει δὲ κινεῖται, ἢ ὅλον κινεῖ καὶ κινεῖται, ἢ ὅλον μὲν κινεῖ, μέρει δὲ κινεῖται, ἢ ἔμπαλιν. ἀλλ' εἰ μέρος μὲν ἄλλο ἐστὶ τὸ κινοῦν, μέρος δὲ ἄλλο τὸ κινούμενον, οὐκ ἔσται καθ' ἑαυτὸ αὐτοκίνητον, ἐκ μὴ αὐτοκινήτων ὑφεστός, ἀλλὰ δοκοῦν μὲν αὐτοκίνητον, οὐκ ὂν δὲ κατ' οὐσίαν τοιοῦτον. εἰ δὲ ὅλον κινεῖ, μέρος δὲ κινεῖται, ἢ ἔμπαλιν, ἔσται τι μέρος ἐν ἀμφοτέροις καθ' ἓν ἅμα κινοῦν καὶ κινούμενον, καὶ τοῦτό ἐστι τὸ πρώτως αὐτοκίνητον. εἰ δὲ ἓν καὶ ταὐτὸν κινεῖ καὶ κινεῖται, τὴν τοῦ κινεῖν ἐνέργειαν πρὸς ἑαυτὸ ἕξει, κινητικὸν ἑαυτοῦ ὄν. πρὸς ὃ δὲ ἐνεργεῖ, πρὸς τοῦτο ἐπέστραπται. πᾶν ἄρα τὸ ἑαυτὸ κινοῦν πρώτως πρὸς ἑαυτό ἐστιν ἐπιστρεπτικόν. 18 Πᾶν τὸ τῷ εἶναι χορηγοῦν ἄλλοις αὐτὸ πρώτως ἐστὶ τοῦτο, οὗ μεταδίδωσι τοῖς χορηγουμένοις. εἰ γὰρ αὐτῷ τῷ εἶναι δίδωσι καὶ ἀπὸ τῆς ἑαυτοῦ οὐσίας ποιεῖται τὴν μετάδοσιν, ὃ μὲν δίδωσιν ὑφειμένον ἐστὶ τῆς ἑαυτοῦ οὐσίας, ὃ δέ ἐστι, μειζόνως ἐστὶ καὶ τελειότερον, εἴπερ πᾶν τὸ ὑποστατικόν τινος κρεῖττόν ἐστι τῆς τοῦ ὑφισταμένου φύσεως. τοῦ δοθέντος ἄρα τὸ ἐν αὐτῷ τῷ δεδωκότι προ υπάρχον κρειττόνως ἔστι· καὶ ὅπερ ἐκεῖνο μέν ἐστιν, ἀλλ' οὐ ταὐτὸν ἐκείνῳ· πρώτως γὰρ ἔστι, τὸ δὲ δευτέρως. ἀνάγκη γὰρ ἢ τὸ αὐτὸ εἶναι ἑκάτερον καὶ ἕνα λόγον ἀμφοτέρων, ἢ μηδὲν εἶναι κοινὸν μηδὲ ταὐτὸν ἐν ἀμφοῖν, ἢ τὸ μὲν πρώτως εἶναι, τὸ δὲ δευτέρως. ἀλλ' εἰ μὲν ὁ αὐτὸς λόγος, οὐκ ἂν ἔτι τὸ μὲν αἴτιον εἴη, τὸ δὲ ἀποτέλεσμα· οὐδ' ἂν τὸ μὲν καθ' αὑτό, τὸ δ' ἐν τῷ μετασχόντι· οὐδὲ τὸ μὲν ποιοῦν, τὸ δὲ γινόμενον. εἰ δὲ μηδὲν ἔχοι ταὐτόν, οὐκ ἂν τῷ εἶναι θάτερον ὑφίστατο τὸ λοιπόν, μηδὲν πρὸς τὸ εἶναι τὸ ἐκείνου κοινωνοῦν. λείπεται ἄρα τὸ μὲν εἶναι πρώτως ὃ δίδωσι, τὸ δὲ δευτέρως ὃ τὸ διδόν ἐστιν, ἐν οἷς αὐτῷ τῷ εἶναι θάτερον ἐκ θατέρου χορηγεῖται. 19 Πᾶν τὸ πρώτως ἐνυπάρχον τινὶ φύσει τῶν ὄντων πᾶσι πάρεστι τοῖς κατ' ἐκείνην τὴν φύσιν τεταγμένοις καθ' ἕνα λόγον καὶ ὡσαύτως. εἰ γὰρ μὴ πᾶσιν ὡσαύτως, ἀλλὰ τοῖς μέν, τοῖς δ' οὔ, δῆλον ὡς οὐκ ἦν ἐν ἐκείνῃ τῇ φύσει πρώτως, ἀλλ' ἐν ἄλλοις μὲν πρώτως, ἐν ἄλλοις δὲ δευτέρως, τοῖς ποτε μετέχουσι. τὸ γὰρ ποτὲ μὲν ὑπάρχον, ποτὲ δὲ μή, οὐ πρώτως οὐδὲ καθ' αὑτὸ ὑπάρχει, ἀλλ' ἐπεισοδιῶδές ἐστι καὶ ἀλλαχόθεν ἐφῆκον, οἷς ἂν οὕτως ὑπάρχῃ. 20 Πάντων σωμάτων ἐπέκεινά ἐστιν ἡ ψυχῆς οὐσία, καὶ πασῶν ψυχῶν ἐπέκεινα ἡ νοερὰ φύσις, καὶ πασῶν τῶν νοερῶν ὑποστάσεων ἐπέκεινα τὸ ἕν. πᾶν γὰρ σῶμα κινητόν ἐστιν ὑφ' ἑτέρου, κινεῖν δὲ ἑαυτὸ οὐ πέφυκεν, ἀλλὰ ψυχῆς μετουσίᾳ κινεῖται ἐξ ἑαυτοῦ, καὶ ζῇ διὰ ψυχήν· καὶ παρούσης μὲν ψυχῆς αὐτοκίνητόν πώς ἐστιν, ἀπούσης δὲ ἑτεροκίνητον, ὡς ταύτην ἔχον καθ' αὑτὸ τὴν φύσιν, καὶ ὡς ψυχῆς τὴν αὐτοκίνητον οὐσίαν λαχούσης. ᾧ γὰρ ἂν παραγένηται, τούτῳ μεταδίδωσιν αὐτοκινησίας· οὗ δὲ μετα δίδωσιν αὐτῷ τῷ εἶναι, τοῦτο πολλῷ πρότερον αὐτή ἐστιν. ἐπ έκεινα ἄρα σωμάτων ἐστίν, ὡς αὐτοκίνητος κατ' οὐσίαν, τῶν κατὰ μέθεξιν αὐτοκινήτων γινομένων. πάλιν δὲ ἡ ψυχὴ κινουμένη ὑφ' ἑαυτῆς δευτέραν ἔχει τάξιν τῆς ἀκινήτου φύσεως καὶ κατ' ἐνέργειαν ἀκινήτου ὑφεστώσης· διότι πάντων μὲν τῶν κινουμένων ἡγεῖται τὸ αὐτοκίνητον, πάν των δὲ τῶν κινούντων τὸ ἀκίνητον. εἰ οὖν ἡ ψυχὴ κινουμένη ὑφ' ἑαυτῆς τὰ ἄλλα κινεῖ, δεῖ πρὸ αὐτῆς εἶναι τὸ ἀκινήτως κινοῦν. νοῦς δὲ κινεῖ ἀκίνητος ὢν καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐνεργῶν. καὶ γὰρ ἡ ψυχὴ διὰ νοῦν μετέχει τοῦ ἀεὶ νοεῖν, ὥσπερ σῶμα διὰ ψυχὴν τοῦ ἑαυτὸ κινεῖν. εἰ γὰρ ἦν ἐν ψυχῇ τὸ ἀεὶ νοεῖν πρώτως, πάσαις ἂν ὑπῆρχε ψυχαῖς, ὥσπερ καὶ τὸ ἑαυτὴν κινεῖν. οὐκ ἄρα ψυχῇ τοῦτο ὑπάρχει πρώτως· δεῖ ἄρα πρὸ αὐτῆς εἶναι τὸ πρώτως νοητικόν· πρὸ τῶν ψυχῶν ἄρα ὁ νοῦς. ἀλλὰ μὴν καὶ πρὸ τοῦ νοῦ τὸ ἕν. νοῦς γὰρ εἰ καὶ ἀκίνητος, ἀλλ' οὐχ ἕν· νοεῖ γὰρ ἑαυτὸν καὶ ἐνεργεῖ περὶ ἑαυτόν. καὶ τοῦ μὲν ἑνὸς πάντα μετέχει τὰ ὁπωσοῦν ὄντα, νοῦ δὲ οὐ πάντα· οἷς γὰρ ἂν παρῇ νοῦ μετουσία, ταῦτα γνώσεως ἀνάγκη μετέχειν, διότι ἡ νοερὰ γνῶσίς ἐστιν ἀρχὴ καὶ αἰτία πρώτη τοῦ γινώσκειν. ἐπέκεινα ἄρα τὸ ἓν τοῦ νοῦ. καὶ οὐκέτι τοῦ ἑνὸς ἄλλο ἐπέκεινα. ταὐτὸν γὰρ ἓν καὶ τἀγαθόν· ἀρχὴ ἄρα πάντων, ὡς δέδεικται. 21 Πᾶσα τάξις