5
καθέστηκε. Ἐν μὲν γὰρ τῷ φωτὶ πάντα τηλαυγῶς βλέπομεν· τὸν αὐτὸν δὲ τρόπον, οἱ περὶ τὴν ἀφροσύνην τοῦ βίου ἑαυτοὺς ἀσχολήσαντες οὐδὲν μὲν ἰδεῖν τῶν θείων οὐδὲ διαβλέψαι πρὸς τὰ νοητὰ δύνανται, ἃ δὲ βλέπουσιν οὐκ ὀρθῶς ἀλλὰ καὶ λίαν ἡττημένοι βλέπουσιν· καλὰ γὰρ νομίζουσι τὰ μὴ καλά, καὶ πλουσίους νομίζουσι τοὺς κατ' ἀρετὴν πένητας, εὐπρεπεῖς ἡγοῦνται τοὺς πάσης ἀπρεπείας ἐκ τῶν πράξεων γέμοντας. Οἱ δὲ τῇ σοφίᾳ τοῦ θεοῦ πειθόμενοι τί καλὸν ἀληθῶς καὶ τί πονηρὸν ἴσασιν, ποῖά τε τῶν ὄντων ἀγαθά· διὸ καὶ πρὸς ταῦτα τὸν ἑαυτῶν βίον ῥυθμίζουσιν. 2.14 Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται [κάτω νεύων ἀεὶ καὶ ἐσκοτισμένον ἔχων τὸ ἡγεμονικόν]. {∆ιονυσίου.} Καὶ μὴν πάντες οἱ ἄνθρωποι ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς κεκτήμεθα, κατὰ τὴν τοῦ σώματος θέσιν· ἀλλὰ περὶ τῶν τῆς διανοίας ὀφθαλμῶν λέγει. Ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ τοῦ χοίρου εἰς οὐρανὸν οὐκ ἀνανεύουσιν, διὰ τὸ φυσικῶς πεπλάσθαι ἐπὶ γαστέρα νεύειν, οὕτως ὁ νοῦς τοῦ ἅπαξ ἐγγλυκανθέντος ταῖς ἡδοναῖς δυσαποσπάστως ἐκεῖθεν ἔχει διὰ τὸ μὴ ἐπιβλέπειν ἐπὶ πᾶσιν τὰς ἐντολὰς τοῦ κυρίου. Καὶ πάλιν ἡ κεφαλὴ τῆς ἐκκλησίας ὁ Χριστός ἐστιν. Σοφοὶ δὲ οἱ τῇ ὁδῷ αὐτοῦ πορευόμενοι, διὰ τὸ εἰπεῖν αὐτόν· ἐγώ εἰμι ἡ ὁδός. ∆εῖ οὖν πάντοτε τοὺς τῆς διανοίας ὀφθαλμοὺς τὸν σοφὸν εἰς αὐτὸν τείνειν τὸν Χριστόν, ἵνα ἐπὶ μηδενί, μήτε ἐπὶ εὐημερίᾳ πράγματος ἐπαίρηται, μήτε ἐπὶ κακοπραγίᾳ ὀλιγωρῇ, τῷ τὰ κρίματα αὐτοῦ ἀβύσσους εἶναι, ὅπερ ἀκριβέστερον γνώσῃ ἐκ τῶν ἑπομένων. Καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου· ὡς συνάντημα τοῦ ἄφρονος συναντήσεταί μοι, καὶ ἵνα τί ἐσοφισάμην ἐγώ; Καὶ ἐγὼ περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ, καί γε τοῦτο ματαιότης. Ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα, καθότι ἤδη αἱ ἡμέραι ἐπερχόμεναι τὰ πάντα ἐπελήσθησαν· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονοσ; {∆ιονυσίου καὶ Νείλου.} Ἡ ἀκολουθία τοῦ λόγου διὰ τῶν ἑπομένων θεραπεύει τοὺς μικροψύχως διακειμένους περὶ ταύτην τὴν ζωήν, οἷς χαλεπόν τι τὸ τοῦ θανάτου νομίζεται καὶ αἱ σωματικαὶ ἀνωμαλίαι, καὶ διὰ τοῦτο κέρδος οὐδὲν τίθενται τοῦ κατ' ἀρετὴν βίου, διὰ τὸ μηδὲν διαφέρειν ἐν τοῖς συμπτώμασι τούτοις ἐπὶ σοφοῦ τε καὶ ἄφρονος. Τῆς περιφορᾶς οὖν ῥήματα λέγει ῥεψάσης ἐπὶ τὴν ἀφροσύνην, ὅθεν καὶ ἐπιφέρει· ὅτι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ἄφρονα ἑαυτὸν ἢ καὶ πάντα τὸν οὕτω λογιζόμενον εἰπών. Καταγινώσκων οὖν τῆς ἀτόπου ἐννοίας ταύτηςδιὸ καὶ ἐν καρδίᾳ ὑποστελλόμενος εἶπεν αὐτήν, δεδοικὼς πάντως τὴν ἐκ τῶν ἀκούσεσθαι μελλόντων δικαίαν κατάγνωσινἐπὶ λογισμῷ λύει τῆς ἀπορίας τὴν ἔνστασιν. Τὸ γὰρ "ἵνα τί ἐσοφισάμην;" ἐνδυάζοντος ἦν καὶ ἀμφιβάλλοντος, ἢ καλῶς τῇ σοφίᾳ ἢ μάτην προσανάλωμα, εἴ γε τοῦ ἄφρονος οὐδὲν διαφέρει πλεονεκτήματα, τοῖς αὐτοῖς ἐν τῷ νῦν αἰῶνι ὁμοίως αὐτῷ πάθεσιν ὑποκείμενος. ∆ιὰ δὲ τοῦτο περισσόν, φησίν, ἐλάλησα ἐν καρδίᾳ μου, μηδὲν νομίσας εἶναι μέσον σοφοῦ καὶ ἄφρονος, ἐπειδὴ οὐκ ἔστι μνεία τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα. Παροδικὰ μὲν γὰρ τὰ τοῦ βίου συμπτώματα, εἴτε καθέστηκε λυπηρὰ εἴτε μή, περὶ ὧν φησιν· καθότι ἤδη τὰ πάντα ἐπελήσθη, ἐπειδὴ χρόνου μικροῦ παραδραμόντος λήθῃ τὰ συμβαίνοντα βιωτικὰ τοῖς ἀνθρώποις σβέννυται. Καὶ αὐτοὶ δέ, οἷς ταῦτα συμβέβηκεν, οὐχ ὁμοίως μνημονεύονται, εἰ καὶ συμπτώμασι βιωτικοῖς παραπλησίως ὑπήντησαν. Οὐδὲ γὰρ ἀπὸ τούτων μνημονεύονται, ἀλλ' ὥσπερ ἂν σοφίας ἔσχον ἢ ἀφροσύνης, ἀρετῆς ἢ κακίας. Τούτων γὰρ αἱ μνῆμαι τοῖς ἀνθρώποις, διὰ τὰς ἐπ' αὐτοῖς ἀμοιβάς, οὐ σβέννυνται. ∆ιὰ τοῦτο ἀκολούθως ἐπήγαγε· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; Θάνατος μὲν γὰρ ἁμαρτωλῶν πονηρός, μνήμη δὲ δικαίου μετ' ἐγκωμίων γίνεται, ὄνομα δὲ ἀσεβοῦς σβέννυται. 2.2223 Ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ προαιρέσει καρδίας αὐτοῦ, ὡς αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον· ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμός