ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· οὐκ ἤκουσάς μου λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν; Εἰ τοίνυν βιάζει θέλημα ὑποκείμενον ἐξουσία-κατὰ τὸν τῶν ἀσεβῶν λόγον-διὰ τί δὲ αὐθεντίαν ἀπαιτεῖς παρὰ τοῦ ὑποκειμένου τῇ τοῦ πατρὸς αὐθεντίᾳ; Ἀλλ' οὐδὲν τούτων ὁ σωτὴρ εἶπε πρὸς τὸν γνησίως αὐτῷ προςελθόντα, ἀλλ' ἀποδεξάμενος αὐτοῦ τὸ εἰλικρινὲς τῆς πίστεως εἰλικρινῆ καὶ γνησίαν αὐτῷ δίδωσι τὴν σωτηρίαν· προςῆλθες ἐμοὶ πιστῶς, δέχου πιστῶς τὸ φάρμακον· θελήματι τῷ ἐμῷ ἐπιγράφεις τὴν εὐεργεσίαν, ἐκ τοῦ θελήματός μου κομίζου τὴν σωτηρίαν. Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· θέλω, καθαρίσθητι. Μὴ ἕστηκε τοῖς αἱρετικοῖς τῆς ἀσεβείας ὅρος; Ὁρᾷς, ὅτι λόγῳ ὑπόκειται, ἐξ οἰκείου δὲ θελήματος αὐθεντεῖ; Ταῦτα δὲ ὅταν εἴπω, οὐκ ἀπεσχοινισμένον εἰςάγω τοῦ υἱοῦ τὸ θέλημα τοῦ πατρικοῦ θελήματος. Ὃ γὰρ ἐὰν εἴπῃς βούλημα τοῦ υἱοῦ, βούλημα λέγεις πατρός, καὶ ὅπερ ἂν λέγῃς βούλημα πατρός, αὐθεντίαν κηρύττεις υἱοῦ, καὶ ἐὰν εἴπῃς αὐθεντίαν τοῦ υἱοῦ, τὴν ἐξουσίαν δηλοῖς τοῦ ἁγίου πνεύματος· μία γὰρ ἡ ἐξουσία, ἀμέριστος ἡ βασιλεία. Ἀλλὰ παρῆκας, φησί, τὸν περὶ πνεύματος λόγον· ἐγὼ γὰρ ἐκ τῆς ἀποστολικῆς φωνῆς εὑρίσκω τὸ πνεῦμα ὑποτεταγμένον τῷ Χριστῷ· 161 εἶπε γὰρ ὁ Παῦλος· Ὅταν δὲ εἴπῃ, ὅτι πάντα αὐτῷ ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· εἰ δὲ ἐκτὸς τοῦ ὑποτάξαντος, οὐκοῦν τὸ πνεῦμα ὑποτέτακται; Μόνον γὰρ τὸν πατέρα εἶπε μὴ ὑποτετάχθαι τῷ Χριστῷ. Τὸ Πάντα τὴν κτίσιν δηλοῖ, οὐ τὴν ἄκτιστον φύσιν ὑβρίζει. Περὶ ὑποταγῆς ἐχθρῶν διαλέγεται· Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Τί οὖν ἐν τῇ τῶν ὑποτεταγμένων ἐχθρῶν χώρᾳ τιθεῖς τὸ πνεῦμα τὸ ἅγιον; Μὴ γὰρ ὑποταγὴν τῶν φίλων ὁ πατὴρ εἰςήγαγε; Μὴ γὰρ ὑποταγῆς ἀγγέλων ἐμνημόνευσε; Μὴ γὰρ ὑποταγῆς ἀρχαγγέλων ἥψατο; Ὑποταγῆς ἐχθρῶν. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ἐν τοῖς ὑποτεταγμένοις ἐχθροῖς οὐκ ἔστι τὸ πνεῦμα τὸ ἅγιον. Εἰ ἡμεῖς οἱ πιστοὶ πιστεύοντες ἐν Χριστῷ συμβασιλεύσομεν, τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐδὲ τῆς αὐτῆς ἀξίας τεύξεται τοῖς ὑπηκόοις; Ἐν τῇ ἐπιφανείᾳ τοῦ σωτῆρος καθήσονται υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰωάννης, καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπὶ δώδεκα θρόνων, τὸ δὲ πνεῦμα ἔσται περὶ τὸ ὑποπόδιον μετὰ τῶν ὑποτεταγμένων; Ἀπόστητε τῆς ἀσεβείας. Περὶ τῆς κτίσεως ὁ λόγος, ἄνθρωπε, οὐ περὶ τῆς ἀκτίστου φύσεως, οὐ περὶ τῆς προςκυνητῆς ἀξίας. Καὶ ἵνα ἀκριβῆ λάβῃς καὶ ἐξητασμένον εὐσεβείας λόγον, ἐννόησον, ὡς ὁ μακάριος ∆αυὶδ ὑμνοῦντα τὸν χορὸν τῆς κτίσεως εἰςάγων φησίν· Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις καὶ τὰ ἑξῆς, ἄγγελοι, δυνάμεις, οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Μὴ ἐμνημόνευσε πνεύματος; Μὴ τὴν ἄκτιστον φύσιν τῇ κτίσει συγκατηρίθμησεν; Οἱ τρεῖς παῖδες οἱ περὶ τὸν Ἀνανίαν ἐν τῇ καμίνῳ εἰςήγαγον καὶ αὐτοὶ τὴν χοροστασίαν τῆς κτίσεως, 162 Ὑμνεῖτε, λέγοντες, ἄγγελοι κυρίου, οὐρανοὶ κυρίου, δυνάμεις κυρίου, ἥλιος καὶ σελήνη καὶ τὰ ἑξῆς. Μὴ τοῦ ἁγίου πνεύματος ἐμνήσθησαν; Μὴ τῇ κτίσει τὸν ἄκτιστον συγκατηρίθμησαν; Ὁ Παῦλος πάλιν μερίζων τὰ ἀόρατα ἀπὸ τῶν ὁρωμένων λέγει που διδάσκων· Ὅτι ἐν Χριστῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ εὐθέως ἀριθμεῖται τὰ ἀόρατα λέγων· Εἴτε θρόνοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε κυριότητες. Ἐπειδὴ γὰρ τὰ μὲν ὁρώμενα ἅπαντα ὡμολογημένην ἔχει τὴν δουλείαν, ἐν δὲ τοῖς ἀοράτοις ἀγγέλοις καὶ δυνάμεσι καὶ πνεῦμα ἅγιον καὶ υἱὸς καὶ πατήρ, ἵνα μὴ ἀγνοίᾳ τῆς τῶν οὐρανῶν διακοσμήσεως ὑπὸ ζυγὸν δουλείας ἑλκύσῃς τὸ δεσποτικὸν ἀξίωμα τοῦ θείου πνεύματος, τὰ μὲν ὁρώμενα οὐ διαιρεῖ οὐδὲ λέγει· Εἴτε ἥλιος, εἴτε σελήνη, εἴτε ἄστρα, πάντα δοῦλα· ταῦτα γὰρ ὁμολογουμένην ἔχει τὴν κατάστασιν, ὅτι τὰ σύμπαντα δοῦλα σά· ἐπειδὴ ἐν τοῖς ἀοράτοις ἦσαν ἀρχαὶ καὶ ἄγγελοι, ἦν δὲ ἀόρατον καὶ τὸ προςκυνητὸν πνεῦμα, ἵνα μή τις αὐτὸ συμπεριλάβῃ τοῖς ἀοράτοις, ἀπαριθμεῖται τὰ πάντα ἄνω, ἵνα ἐκβάλῃ τοῦ οἰκετικοῦ τάγματος τὸν κύριον,