τῇ ἀπωλείᾳ τούτων, καὶ μάλιστα ὅτι μαθόντες ποτὲ καὶ αὐτοὶ τὰ τῆς ἐκκλησίας, νῦν ἀπεπήδησαν. Οὐ ξενιζόμεθα δέ· τοῦτο γὰρ καὶ Ὑμέναιος καὶ Φιλητὸς πεπόνθασι· καὶ πρὸ αὐτῶν Ἰούδας. ἀκολουθήσας τῷ Σωτῆρι, ὕστερον δὲ προδότης καὶ ἀποστάτης γενόμενος. Καὶ περὶ τούτων δὲ αὐτῶν, οὐκ ἀδίδακτοι μεμενήκαμεν· ἀλλ' ὁ μὲν Κύριος προείρηκε, «Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγὼ εἰμὶ, καὶ ὁ καιρὸς ἤγγικε· καὶ πολλοὺς πλανήσουσι· μὴ πορευθῆτε ὀπίσω αὐτῶν.» Ὁ δὲ Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ Σωτῆρος, ἔγραψεν, «Ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως τῆς ὑγιαινούσης, προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἀποστρεφομένων τὴν ἀλήθειαν.» Τοῦ τοίνυν Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διά τε αὑτοῦ παραγγέλλοντος, καὶ διὰ τοῦ Ἀποστόλου σημαίνοντος περὶ τῶν τοιούτων, ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι, ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους, ἀποδείξαντες αὐτοὺς ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας τε καὶ πίστεως. Ἐδηλώσαμεν δὲ καὶ τῇ ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοὶ, ἵνα μήτε τινας ἐξ αὐτῶν, εἰ προπετεύσαιντο καὶ πρὸς ὑμᾶς ἐλθεῖν, μὴ προσδέξησθε, μήτε Εὐσεβίῳ, ἢ ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε. Πρέπει γὰρ ὑμᾶς ὡς Χριστιανοὺς ὄντας, πάντας τοὺς κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας, ὡς Θεομάχους καὶ φθορέας τῶν ψυχῶν ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν χαίρειν τοῖς τοιούτοις λέγειν, ἵνα μή ποτε καὶ ταῖς ἁμαρτίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρήγγειλεν ὁ μακάριος Ἰωάννης. Προσείπατε τοὺς παρ' ὑμῖν ἀδελφούς. Ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσι. Τοιαῦτα τοῖς ἁπανταχοῦ κατὰ πόλιν Ἀλεξάνδρου γράφοντος, χεῖρον ἐγένετο τὸ κακὸν, εἰς φιλονεικίαν ἐξαπτομένων, οἷς τὰ γραφέντα ἐγνωρίζετο. Καὶ οἱ μὲν τοῖς γραφεῖσι σύμψηφοι γινόμενοι, καὶ προσυπέγραφον· οἱ δὲ τοὐναντίον ἐποίουν. Μάλιστα δὲ πρὸς ἀντιπάθειαν ἐκεκίνητο ὁ τῆς Νικομηδείας Εὐσέβιος, ὅτι αὐτοῦ κακῶς Ἀλέξανδρος ἐν τοῖς γραφεῖσι μνήμην πεποίητο. Ἴσχυε δὲ κατ' ἐκεῖνο τοῦ καιροῦ μάλιστα ὁ Εὐσέβιος, ὅτι κατὰ τὴν Νικομήδειαν ὁ βασιλεὺς τότε διέτριβε· καὶ γὰρ ἐκεῖ τὰ βασίλεια μικρὸν ἔμπροσθεν οἱ περὶ ∆ιοκλητιανὸν ἐπεποίηντο. ∆ιὰ τοῦτο οὖν πολλοὶ τῶν ἐπισκόπων τῷ Εὐσεβίῳ ὑπήκουον· κἀκεῖνος συνεχῶς ἐπέστελλεν, Ἀλεξάνδρῳ μὲν, ἵνα καθυφεὶς τὸ κινούμενον ζήτημα, δέξηται τοὺς περὶ Ἄρειον· τοῖς δὲ κατὰ πόλιν, ὅπως ἂν μὴ γένοιντο σύμψηφοι Ἀλεξάνδρῳ. Ὅθεν τὰ πάντα ἦν ταραχῆς ἀνάμεστα· οὐ γὰρ μόνους ἦν ἰδεῖν τοὺς τῶν ἐκκλησιῶν προέδρους λόγοις διαπληκτιζομένους, ἀλλὰ καὶ πλήθη τεμνόμενα· τῶν μὲν, ὡς τούτοις· τῶν δὲ, θατέροις ἐπικλινομένων. Εἰς τοσοῦτον δὲ ἀτοπίας προέβη τὸ πρᾶγμα, ὥστε δημοσίᾳ καὶ ἐν αὐτοῖς θεάτροις τὸν Χριστιανισμὸν γελᾶσθαι. Οἱ μὲν οὖν περὶ αὐτὴν τὴν Ἀλεξάνδρειαν, νεανικῶς περὶ τῶν ἀνωτάτω δογμάτων διεπληκτίζοντο, διεπρεσβεύοντο δὲ πρὸς τοὺς κατ' ἐπαρχίαν ἐπισκόπους· οἱ δὲ, εἰς θάτερον τεμνόμενοι μέρος, τῆς ἐκείνων ὁμοίας στάσεως ἐγίνοντο. Συνανεμίγνυντο δὲ τοῖς Ἀρειανίζουσι Μελιτιανοὶ, οἱ μικρὸν ἔμπροσθεν τῆς ἐκκλησίας χωρισθέντες, τίνες δέ εἰσιν οὗτοι, λεκτέον. Ὑπὸ Πέτρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, τοῦ ἐπὶ ∆ιοκλητιανοῦ μαρτυρήσαντος, Μελίτιός τις μιᾶς τῶν ἐν Αἰγύπτῳ πόλεων ἐπίσκοπος καθῃρέθη, δι' ἄλλας τε πολλὰς αἰτίας, καὶ μάλιστα ὅτι ἐν τῷ διωγμῷ, ἀρνησάμενος τὴν πίστιν, ἐπέθυσεν. Οὗτος καθαιρεθεὶς, πολλούς τε ἐσχηκὼς τοὺς ἑπομένους αὐτῷ, αἱρεσιάρχης κατέστη τῶν ἄχρι νῦν ἐξ αὐτοῦ κατὰ τὴν Αἴγυπτον Μελιτιανῶν καλουμένων. Ἀπολογίαν τε οὐδὲ μίαν εὔλογον ἔχων τοῦ κεχωρίσθαι τῆς ἐκκλησίας, ἠδικῆσθαι μὲν ἔλεγεν ἑαυτὸν ἁπλῶς· ἐκακηγόρει δὲ καὶ ἐλοιδόρει τὸν Πέτρον. Ἀλλὰ Πέτρος μὲν ἐν τῷ διωγμῷ μαρτυρήσας, ἐτελεύτησεν· ὁ δὲ μεταφέρει τὰς λοιδορίας ἐπὶ Ἀχιλλᾶν, ὃς μετὰ Πέτρον ἐπίσκοπος ἦν· καὶ αὖθις ἐπὶ τὸν μετὰ Ἀχιλλᾶν γεγενημένον Ἀλέξανδρον. Ἐν τούτοις δὴ καθεστώτωναὐτῶν, ἐπιγίνεται τὸ κατὰ