εὐδαίμων, Κοιλὴ Συρία, Κομμαγήνη καὶ Φοινίκη πᾶσα· ἔστι δὲ ἐν τῷ μέρει αὐτοῦ ποταμὸς ὁ Εὐφράτης. Ἐκ δὲ τῆς φυλῆς τοῦ Σὴμ ἀνεφάνη ἄνθρωπος γιγαντογενής, ὀνομασθεὶς ὑπὸ τοῦ πατρὸς Κρόνος εἰς ἐπώνυμον τοῦ πλανήτου ἀστέρος, ὃς πρῶτος κατέδειξεν ἄρχειν καὶ βασιλεύειν Ἀσσυρίων. ἔσχε δὲ γυναῖκα Σεμίραμιν τὴν καὶ Ῥέαν καλουμένην, ἐξ ἧς ἔσχε υἱόν, ὃς ἐπεκλήθη Ζεὺς ὁ καὶ Πῖκος, γήμας τὴν ἰδίαν ἀδελφὴν Ἥραν. ἔσχε δὲ Κρόνος καὶ ἕτερον υἱὸν ὀνόματι Ἄφρον, ᾧ ἀπεκλήρωσε τὴν πρὸς Λιβύην γῆν· ὃς ἔγημε τὴν Ἀστυνόμην, γεννήσας ἐξ αὐτῆς θυγατέρα, ἣν ἐκάλεσεν Ἀφροδίτην. ὁ δὲ Κρόνος ἐξωσθεὶς τῆς βασιλείας ὑπὸ τοῦ ἰδίου υἱοῦ ∆ιὸς κατέλιπε ∆ία καὶ Νῖνον, υἱοὺς αὐτοῦ, μετὰ τῆς μητρὸς αὐτῶν Ῥέας βασιλεύειν Ἀσσυρίων· αὐτὸς δὲ κατιὼν ἐν τῇ δύσει κρατεῖ καὶ βασιλεύει πάσης Ἰταλίας. Ζεὺς οὖν ὑποχωρήσας τῶν Ἀσσυρίων παρεγένετο πρὸς τὸν πατέρα· ὁ δὲ παραχωρεῖ αὐτῷ βασιλεύειν πάσης Ἰταλίας, καὶ κρατήσας πολλοῖς ἔτεσι καὶ τελευτήσας κατατίθεται ἐν Κρήτῃ. μετὰ δὲ Νῖνον ἐβασίλευσεν Ἀσσυρίων Θούρρας, ὃν μετωνόμασαν Ἄρεα ὡς πολεμικώτατον καὶ γενναῖον ὄντα· ὃν οἱ Ἀσσύριοι Βάαλ θεὸν μετωνόμασαν καὶ ἀναστηλώσαντες σέβονται. μετὰ δὲ τὴν τοῦ ∆ιὸς τελευτὴν Φαῦνος υἱὸς αὐ16 τοῦ ἐβασίλευσεν, ὃς μετωνομάσθη Ἑρμῆς· ἦν γὰρ λογιώτατος πάνυ καὶ μαθηματικός· ὅστις καὶ τὴν τοῦ χρυσοῦ ποίησιν ἐφεῦρεν ἐκ μετάλλων ἀνθρώποις. Τῷ δὲ Χὰμ τῷ δευτέρῳ υἱῷ τοῦ Νῶε ἔλαχον χῶραι κατ' ὄνομα αἵδε, Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατὰ Ἰνδούς, ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ τῶν Αἰθιόπων ποταμός, Ἐρυθρὰ ἡ βλέπουσα κατὰ ἀνατολάς, Θηβαΐς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κυρήνης, Μαρμαρίς, Σύρτις, Λιβύη ἡ ἀπὸ ποταμέως παρεκτείνουσα μέχρις ἄκρας Σύρτεως, Νουμιδία, Μασσυρίς, Μαυριτανία ἡ παρεκτείνουσα μέχρις Ἡρακλεωτικῶν στηλῶν κατέναντι Γαδείρων. ἔχει δὲ ἐν τοῖς κατέναντι βορρᾶν τὰ παρὰ θάλασσαν, Κιλικίαν, Παμφυλίαν, Πισιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καβαλίαν, Λυκίαν, Καρίαν, Λυδίαν, Μυσίαν ἄλλην, Τρωάδα, Αἰολίδα, Βιθυνίαν, τὴν ἀρχαίαν Φρυγίαν. ἔχει δὲ καὶ νήσους Σαρδινίαν, Κρήτην, Κύπρον, καὶ ποταμὸν Γηὼν τὸν καλουμένον Νεῖλον. Τῷ δὲ Ἰάφεθ τῷ τρίτῳ υἱῷ τοῦ Νῶε ἔλαχον χῶραι κατ' ὄνομα αἵδε, Μηδία, Ἀλβανία Ἀμαζονίς, Ἀρμενία μικρά τε καὶ μεγάλη, Καππαδοκία, Παφλαγονία, Γαλατία, Κολχίς, Βοσπόρη, Μαιῶτις, ∆ερβίς, Σαρματίς, Ταυριανίς, Βαστρανίς, Σκυθία, Θρᾴκη, Μακεδονία, ∆αλματία, Μολοσσίς, Θεσσαλία, Λοκρίς, Βοιωτία, Αἰτωλία, Ἀττική, Ἀχαΐα, Πελ17 λήνη, ἡ καλουμένη Πελοπόννησος, Ἀρκαδία, Ἠπειρῶτις, Ἰλλυρίς, Λυχνῖτις, Ἀδριακή, ἀφ' ἧς τὸ πέλαγος τὸ Ἀδριακόν. ἐπὶ δὲ αὐτῷ καὶ νῆσοι αἵδε, Βρεττανία, Σικελία, Εὔβοια, Ῥόδος, Χίος, Λέσβος, Κύθηρα, Ζάκυνθος, Κεφαληνία, Ἰθάκη, Κέρκυρα καὶ αἱ Κυκλάδες, καὶ μέρος τι τῆς Ἀσίας ἡ καλουμένη Ἰωνία. ποταμὸς δ' ἔστιν ἐν τοῖς αὐτοῖς μέρεσι Τίγρις ὁ διορίζων μεταξὺ Μηδίας καὶ Βαβυλῶνος. ἐκ δὲ τῶν τοῦ Ἰάφεθ υἱῶν ἀπὸ μὲν τοῦ Γόμερ Γομαρεῖς οἱ νῦν Γαλάται, ἐκ δὲ τοῦ Μαγὼθ οἱ νῦν Σκύθαι, καὶ ἀπὸ Μάδου Μῆδοι, ἐκ δὲ Ἴωνος Ἴωνες καὶ οἱ λοιποὶ Ἕλληνες, ἐκ δὲ τοῦ Θόβελ Θοβηλοὶ οἱ νῦν Ἴβηρες, ἀπὸ δὲ Μεσχῶ Μεσχηνοὶ οἱ νῦν Καππάδοκες, διὸ καὶ Μάζακα ἡ παρ' αὐτοῖς μητρόπολις, ἀπὸ δὲ Θῆρα Θρᾷκες, ἀπὸ δὲ Θάρρου Θαρσεῖς οἱ νῦν Κίλικες, ἀφ' οὗ καὶ Ταρσὸς ἡ παρὰ Κίλιξι πόλις ἀξιολογωτάτη. Γενομένης δὲ τῆς δηλωθείσης διανεμήσεως, ὁ μὲν Σὴμ ἔνθα καὶ ὁ πατὴρ αὐτοῦ κατοικισθεὶς τὴν τῆς κληρονομίας αὐτοῦ μοῖραν εἰς τοὺς παῖδας κατατέμνει τοὺς ἑαυτοῦ, ὁ δὲ Χὰμ υἱὸς Χαναὰμ ἰδὼν τὴν πρὸς τῷ Λιβάνῳ γῆν, ὅτι ἀγαθή τέ ἐστι καὶ εὔφορος καὶ κατὰ πολὺ τῆς ἑαυτοῦ διαλλάττουσα, αὐτόθι κατασκηνοῖ, τῶν τοῦ Σὴμ ἐγγόνων ταύτην ἀποτεμόμενος τὴν μοῖραν, καίτοι τοῦ πατρὸς αὐτὸν καὶ τῶν ἀδελφῶν κωλυόντων, καὶ ὑπόμνησιν παρεχομένων ὧν ὁ πα18 τὴρ Νῶε τοῖς παραβαίνουσιν αὐτοῦ τὴν κρίσιν ἐπηράσατο. ἐντεῦθεν πᾶσα ἡ γῆ ἐκείνη Χαναναία προσηγορεύθη. Τῶν τριῶν τοίνυν υἱῶν τοῦ Νῶε τριχῇ, καθὼς εἴρηται, τὸν κόσμον διανειμαμένων, ἀναγκαῖόν ἐστι λοιπὸν ἀναδραμεῖν ἐπὶ τὸ